οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, Ö 260 τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν·
συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ᾿ ἡμῶν ὡπλισμένος λογοις ἐκπέρσῃ τὴν ἀνάστασιν.
ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, 1 2 3 ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους.
ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταί, οἵ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις.
ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *.
πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ <ἐπ᾿ > ἰατρικῆς, δι᾿ ἧς τοὺς κάμονοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν᾿ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκην
Ö 262 λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.