ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ. καὶ ἱδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἱδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με.
πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωαΐ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὐμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ᾿ ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς σάρακας καὶ ἐκτενῶ ἐφ᾿ P 536 ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾿ ὑμᾶς καὶ ζήσεσθαε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος«.
τούτῳ μὲν οὖν <ὡς> πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ <συλ>λέγουσιν 1 2 εὐαγγελικά, οἶον [ὡς] τό »ἐκεὶ ἔσται ὁ κλαυρμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων« καὶ τό »φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεεννῃ« καὶ τὸ ἐν τῷ Παὐλῳ »ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.