δἰ ὦν βουλόμεθα ἀκριβολογεῖν εἰς ἀποτροπίαν τῆς ἀθεμίτου ἐργασίας ἑκάστης αἱρέσεως, εἰς τὸ κακὸν μᾶλλον προτρέπεσθαι τῶν ἀστηρίκτων καὶ χαυνουμένων ἀεὶ τὴν διάνοιαν, τῶν τὸ πονηρὸν ἑαυ- 1 2 3 τοῖς θηρᾶσθαι ὑπὲρ τὴν ἀγαθότητα ἐπιθυμούντων.
πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία;
πονηρὸν τὸ συναφθῆναι σώματι, οὑδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον <δεῖ> ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς »ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν«.
ἵνα βότρυν Ö 226 μὴ ἐνέγκῃ, ἀλλ᾿ ἐφύτευσε »καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη«, ὡς γέγραπται.
ἵνα D 585 χλευασθῇ ὑπὸ τοῦ τέκνου. ὁ δὲ καταγελάσας ἑαυτῷ εἴληφε τὴν κατάραν, ἵνα κολάζωνται οἱ ἐνσκήπτοντες τοῖς πατράσιν αὐτῶν ὅβριν καὶ οἱ ἐν ἡμῖν διαλογισμοὶ ἐπεγειρόμενοι κατὰ τῆς τοῦ θεοῦ γνώσεως καὶ καλῶς τεταγμένης διατάξεως.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.