τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι·
καὶ βύσσον D 572 καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ
νῦν δὲ <ἀντὶ> τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν θεῷ, θεμελιούμενος δὲ ἐν δυνάμιε *. καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπεγειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα.
πεπαικότες καὶ καταλείψαντες, ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρ- 1 2 3 πρτώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ καὶ τῷ γαυράματι καὶ τῇ ἀκοντιάσει διὰ τὴν αὐτῶν ἐπεντριβὴν τούτοις καλῶς ἀπεικασθέντα, περιφρονήσαντες 4 τῶν αὐτῶν ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὤ ἀγαπητοί.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.