τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθακε, φωὴν τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. ἡ συκῆ ἐξήνεγκε τοῦς P 501 ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν«·
ἐν τῇ ἐρήμῳ βοώσης τουτέστιν ἐν τῇ γῇ ἡμῶν καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθουσ, τοὺς καρποὺς τὴς μετανοίας ἥδη ἐπὶ τοῖς κλώνεσι D558 καὶ δένδρεσι φαινομένους, ἀμπέλουσ δὲ ἥδη κυπριζοίσας τὸ εουδμον τῆς τοῦ εὐαγγελίου πίστεως κήρυγμα.
ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὰ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειότητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει.
ἐπειδὴ δὲ ἥδει τὸ θεῖον λόγιον ὅτι μετὰ πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλπησιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι ö 188 πολλὰ παραπτώματα, πάλιν λέγει »ἀνάστα ἐλθέν, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου«.
φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως »ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου«. τὸ μὲν πρῶτον »ἀνάστα ἐλθέ«, καὶ οὐκ εἶπεν »ἐλθὲ σύ«.
καὶ ἐπουράνοιν φιλονθρωπίας.
ὅτε οὐκέτι »ἐχόμενα τοῦ προτεισχίσματος«, ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.