οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶνπατέρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα.
αὐτοῦ τοῦ> κυρίου ἡμῶν λέγοντος ὅτι »ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν«, καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν.
τὸν Σεροὺχ ὑπάρχων ρݲλݲβݲ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν ‘Ραγὰῦ ὢν ρݲλݲ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν φάλεκ ἐν ἔτει ρݲλ ݲ δݲ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη.
τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκο ντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρݲθݲ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ D523 δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνὰν, καὶ γέγονεν χίλια ρݲλݲθݲ ἔτη.
Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἕν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπὴς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων.
ἐτῶν ὤν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. »καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φݲ ἔτη, καὶ ἐγέννησεν υἱοὺς και θυγατέρας, καὶ ἀπέθανε«.
δὲ ψὴφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ὥς τοῦ προδδηλωμένου χρόνου τῆς [τε]τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ογδοηκοστῷ ὁγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνεηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον
τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.