Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει »ἰδοὺ ἡ παρθένος Ρ 465 ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν«· καὶ παρθένος μένουσα »ἐν γαστρὶ ἕξει« (οὐκ ἐκ σπέρματος ἀνδρός), »καὶ τέξεται υἱόν« (δῆλον ἐν σαρκὶ τὸ γέννημα <τὸ> ἀπὸ παρθένου γεννώμενον), ἀλλά »καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ᾿ ἡμῶν«.
ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν.
ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν D 513 παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ <τοῦ> πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ
»πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου«, εἶτα μετέπειτα »διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ«.
κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι᾿ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώ- 4 5 6 πηαιν εἰς ἡμῶν σωτηρίαν προστίθησι »διὸ καὶ τὸ γεννώμενον ἄγιον κληθήσεται υἱος θεοῦ«.
ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει »ἐν ἀρχῇ ἦν Λόγος, καὶ ὀ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν«.
πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἤκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο Ρ 466 τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.