καὶ λέγοντι »οὐκ ἦλθον καλέσαι δικαίου, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«, εἰς ὑπόδειγμα ἡμῆν τοῖς μέλλουσι σῴζεσθαι <ὁμοίως> τῷ ἐν τῷ τελωνείῳ ἀνάχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, <πρῶτον> παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾿ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.
τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν Ö 54 καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῆ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου <δύνηται> κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται Ρ 426 καὶ τοῖς τεθνεῶσιν
ὅτι ζωογονηθήσονται.
Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ«, εἶτά φησιν »υἱοῦ Ἀβραάμ«, εἶτα ἐλθὼν ἐπ᾿ αὐτὸ τὸ ζητούμενόν φῃσι »τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως D455 ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐξήτει ἀπολῦσαι αὐτὸν λάθρα.
ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ᾿ ὄναρ λέγων, μὴ ἀπολύσῆς τὴν γυναῖά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα;
τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα »πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;« καὶ ἡ μετὰ ἀκριβείας καθρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;«
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.