ὅτι »ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ«, ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ᾿ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· Ρ453 δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον.
ἐνιαύσιον ἄμωμον ἄρσεν (ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος) ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατερτηρμένον ἅχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καῖ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέραςα καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν«.
μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ.
Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἰ ἄλλοι.
τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης
ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω.
τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτο φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.