μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηο τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον".
αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, D 470 ὅ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου« (τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς, ἐν γνώσει [διὸ] διὰ τὴν συνήθειαν [καὶ] προσήκαντο) καὶ ἀνελθὼν ἐκάθισεν·
τὰ δίκτυα«, οἱ δὲ εἶπον »ἐπιστάτα« (ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον <περὶ> αὐτοῦ ἀκούσαντες ὅτι »ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ὅτι παρ᾿ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν).
θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι »ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε«· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας.
φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας.
τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία.
τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναγθέτων καὶ ἀκολουθούντων, ἐγένετο P439 διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε·
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.