τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἔννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται.
ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγματείας. οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων <εὐαγγελιστῶν> ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες.
Ἐνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων.
γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ᾿ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι.
τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ Ö 66 τούτου διῆλθον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.