σοφισταί τε καὶ ῤήτορες καὶ γραμματικοί, ἰατροί τε καὶ ἄλλαι ἐπιστῆμαι βαναύσων τε τεχνῶν ἀμύθητον πλῆθος, καὶ μηκέτι μηδεὶς παιδευέτω, ειπερ ἐξ εἱμαρμένης τυγχάνει τῶν ἐπιστημῶν καὶ μὴ ἐκ γραμμάτων μαθήσεως ὁ πορισμὸς τῇ ἀνθρωπείᾳ φύσει. εἰ γὰρ εἱμαρμένη τὸν πεπαιδευμένον καὶ λογιώτατον παρεσκεύασε , μὴ μανθανέτω
τις παρὰ τοῦ διδάσκοντος, ἀλλὰ τῇ φύσει † λαμβανέτωσαν τὴν εἴδησιν αἱ τοὺς μίτους κλώθουσαι Μοῖραι κατὰ τὸ φθέγμα τῆς κομπώδους σου διὰ λόγων πλάνης. P14
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.