Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες <τοῖς> κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον.
γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοἰ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονἰ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι«.
τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ᾿ αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ᾿ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.