ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον«. ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας <αὐτὸς> καὶ ἡ κατ´ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων
ἀπέστη.
πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάξει·
ὑπ´ ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ’αὐτοῦ λαμβάνων.
καὶ αὐὸνν ὡμολόγησαν, Μοντανὸς δὲ D 439 εἰσέρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ´ αὐτοῦ ἀπέσταλται οὔτε παρ´ αὐτοῦ τι εἴληφεν. ö 32
εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ »μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἡσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει« κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ᾿ ἑαυτὸν καὶ πατέρα λέγει.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.