ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων.
τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρἐπουοα.
τοῦ περιεχομένου καὶ οὐκέτι τὸ περιεχόμενον θεὸς ἂν κληρείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία.
κατὰ τὸ δίκαιον καὶ ἥσυχον καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι καὶ μὴ περαιτέρω βαίνειν ἐπιβάλλεσθαι.
τόπῳ), τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ᾿ οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ.
μὲν πείσας τὰς τρεῖς ἀρχὰς εὑρεθήσεται τέταρτος καὶ σοφώτερος καὶ ἐπιεικέστερος. καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ οὗπερ εἰς μέσον ἦλθεν τῶν τριῶν καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώρισεν, ἵνα μὴ ἀλλήλους ἀδικοῖεν.
τοῖς τοῦ δημιουργοῦ † χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας.
ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ’ ἐξέλιπεν ἔκπαλαι, ἀναρπαζομένη καθ᾿ ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δημιουργία σταθήσεται;
αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν D311 ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέζει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι;
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.