εἶναι υἱὸν τῆς ἑβδόμης ἐξουσίας τουτέστι τοῦ Σαβαώθ. εἶναι δὲ τὸν Σαβαὼθ θεὸν τῶν Ἰουδαίων, τὸν δὲ διάβολον πονηρὸν αὐτοῦ υἱόν, ὄντα δὲ ἐπὶ τῆς γῆς ἐναντιοῦσθαι τῷ ἰδίῳ πατρί.
μῦθον λέλουσιν οἱ τοιοῦτοι, ὅτι, φησίν, ὁ διάβολος ἐλθὼν πρὸς τὴν Εὔαν συνήφθη αὐτῇ ὡς ἀνὴρ γυναικὶ καὶ ἐγέννησεν ἐξ αὐτῆς τόν τε Κάϊν καὶ τὸν Ἄβελ.
ἐρῶντες ἦσαν ἀμφότεροι τῆς ἀδελφῆς τῆς ἰδίας αὐτῶν, τούτου χάριν ἐπανέστη ὁ Κάϊν τῷ Ἄβελ καὶ ἀπέκτεινεν αὐτόν. φύσει γὰρ αὐτούς φασιν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου ὡς προεῖπον γεγενῆσθαι.
σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν »ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε« καὶ »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν«·
εἶναι τοῦ] θεοῦ τινὸς τὸ Σαβαώθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν παπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωείμ, P296 τοῦ τε Ἢλ καὶ τοῦ Σαδδαῒ τοῦ τε Ἐλλιὼν τοῦ τε Ῥαββωνὶ τοῦ τε Ἰὰ τοῦ τε Ἀδωναῒ τοῦ τε Ἰαβέ,
καὶ οὐχ ὀνόματά ἐστι θετὰ ὡς εἰπεῖν τῇ θεότητι, ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται ἑρμηνευθέντα κεῖσθαι·
πρὸς αὐτούς«, καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼρ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων.
»Ἀδωναῒ Σαβαώθ«, ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.