ὁ γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζημιοῦται,
μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν, ὡς τὸ τῶν κανθάρων γένος τὸ παρά τισι βυλάρων καλούμενον, συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνακυλίεσθαι· καὶ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία, ἄλλοις δὲ τὴν αὐτὴν τούτων βορβορώδη τροφὴν εἰς μὲν ἐπάχθειαν καὶ δυσοδμίαν *.
ἐστιν ἐργασία κοὶ τροφὴ καὶ πραγματεία. τοῖς δὲ μελίσσαις τοὐναντίον ἡ εὐοδμία καὶ τὰ ἄνθη καὶ τὰ μύρα εἰς ἀναψυχήν, κτῆσιν 1 2 3 τε καὶ ἐδωδήν, εἰς ἐργασίαν τε καὶ πραγματείαν, τοῖς δὲ κανθάροις τοῖς προειρημένοις εἴτ᾿ οὐν βυλάροις ἐναντία τὰ τοιαῦτα.
θάνατον αὐτοῖς ἐμποιεῖ· εὐθὺς γὰρ τελευτῶσι, μὴ φέροντες τὴν εὐωδίαν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.