1. Ἀρχοντικῶν τις αἱρεσις τούτοις ἕπεται, οὐκ ἐν πολλοῖς δὲ τόποις αὕτη φέρεται ἢ μόνον ἐν τῇ Παλαιστινῶν ἐπαρχίᾳ· μετήνεγκαν δὲ τὸν αὐτῶν ἰὸν ἤδη που καὶ εἰς τὴν μεγάλην Ἀρμενίαν, ἀλλὰ καὶ ἐν τῇ
Κωνσταντίου περὶ τὴν αὐτοῦ τελευτήν, Εὐτάκτου ὀνόματι, μᾶλλον δὲ ἀτάκτου τὸν τρόπον καὶ μαθόντος τὴν κακοδιδασκαλίαν ταύτην, 1 εἶτα ἐπανελθόντος εἰς τὰ οἰκεῖα καὶ διδάξαντος.
τρισί· Καφαρβαριχὰ τὴν κώμην καλοῦσιν.
τὸ γῆρας καὶ τὸ σχῆμα ἐκαλεῖτο, τά τε αὐτοῦ ὑπάρχοντα πτωχοῖς διένειμεν καὶ καθ᾿ ἡμέραν ἐλεημοσύνας ἐποίει.
τοῦ τε τόπου μετὰ τὸν ἔλεγχον ὑπὸ Ἀετίου ἐδιώχθη καὶ ἀπελθὼν κατῴκησεν έν τῇ Ἀραβίᾳ ἐν Κωκάβῃ, ἔνθα αἱ τῶν Ἐβιωναίων τε καὶ Ναζωραίων ῥίζαι ἐνήρξαντο, ὡς καὶ ἐν πολλαῖς αἱρέσεσι D290 περὶ τοῦ τόπου τούτου ἐσήμανα.
καὶ παρὰ πᾶσιν ἀγνοούμενος, ἕως ὅτε εἰς ἔσχατον ἀφ᾿ ὡν εἰς ὠτά τινων ἐψιθύρισε ῥημάτων ἐλεγχθεὶς τοιοῦτος ὑφ᾿ ἡμῶν ἀνεθεματίσθη καὶ ἐλήλεγκται διὰ τῆς ἡμῶν βραχύτητος.
πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος Εὔτακτος, εἴ γε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόμενος Ö536 καὶ μεταλαβὼν τῆς τοῦ γέροντος κακοδιδασκαλίας, ὡς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο 2 3 λαβὼν εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπεκόμισεν· ἠν γὰρ ἀπὸ τῆς μικρᾶς Ἀρμενίας ὡς ἔφην ὁρμώμενος, τῶν Σατάλης πλησίον τόπων.
ἄλλοις περιβλέπτοις, δι᾿ ὡν διαφανῶν ανδρῶν πολλοὺς ἐκεῖσε ἀπώλεσε. τάχιον δὲ αὐτὸν ὁ κύριος τοῦ βίου ἐξήλειψεν, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζάνιον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.