κάτεισι καὶ αὐτὸς σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ υἱῶν τε καὶ ἐκγόνων, γυναικῶν τε τῶν προειρημένων καὶ ἄλλων, ἐν ἑβδομήκοντα ψυχαῖς τὸν ἀριθμόν.
γεννᾷ τὸν Φαρές· Καὰθ γεννᾷ D290 τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυ- σέα· Φαρὲς γεννᾷ τὸν Ἐσρώμ, Ἐσρὼμ γεννᾷ τὸν Ἀράμ, Ἀρὰμ γεννᾷ τὸν 1 2 Ἀμιναδάβ, P11 Ἀμιναδὰβ τὸν Ναασσών.
ἀριθμήσασθαι ἀπὸ εἴκοσι ἐτῶν καὶ ἕως πεντήκοντα ἄνδρας δυναμένους σπάσασθαι ῥομφαίαν καὶ λαμβάνειν ὅπλα πολεμικά, εἰς ἑξήκοντα δύο μυριάδας καὶ ἀκτακισχιλίους πεντακοσίους ηὗρεν.
οὑ ἐπώνυμος πόλις Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη· καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἰσιν, ἥν καὶ ὡς θεὰν προσκυνοῦσιν. ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω καλούμενος.
ἐπινενοημένα, μετενεχθένατ δὲ εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ Κάδμου καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρότερον κληθέντος καὶ οἰκοδομήσαντος τὴν Μἐμφιν,
καὶ Πλάτωνι ἐξ οὑπερ ἤρξαντο χρόνου κρατυνθείσας ἕως τῶν Μακεδονικῶν χρόνων καὶ Ξέρξου τοῦ βασιλέως τῶν Περσῶν μετὰ τὴν 3 4 ἅλωσιν τῶν Ἰεροσολύμων τὸ πρῶτον καὶ Ναβουχοδονόσορ αἰχμαλωσίαν καὶ Δαρείου καὶ τῶν κατὰ Άλέξανδρον τὸν Μακεδόνα χρόνον.
τὴν πρόφασιν εἴληφεν καὶ εἰς κατάστασιν ἠλθε τὰ πὰρ’ Ἕλλησι συγγράμματα καὶ μετὰ τοῦτον τὸν χρόνον αἱ βοώμεναι αἱρέσεις τῶν φιλοσόφων,
ἑτέραν. P12
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.