καὶ συστάσεις τινὰς γενῶν τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευθεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ Θήλεια κατακλυσμὸν ἤνεγκε καὶ ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντός > γένους ἐναντίου, ἵνα 1 2 δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ καὶ δίκαιον μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης.
σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶν ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί, τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρχοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα.
ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς διατήρησιν τοῦ ὑπ᾿ αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον.
καὶ ἐνεπλήσθη κακῶν ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ.
ἀπεσταλμένος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.