τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα <ὅλως> τοιαῦτα ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι.
μὲν γὰρ αὐτὸν τῇ ἕκτῳ βούλονται γεγονέναι, ποτὲ δὲ > τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρ- 1 2 3 κικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ᾿ αὐτοῖς.
ὑπάγεσθαι δυνάμενα εἰς τὸ ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν.
καὶ ὁ δοῦλος δὲ ὁ > Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, P252: καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοάμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἶ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Ö468 Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα
ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ᾿ αὐτοὺς δεκάδα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.