καὶ ῥαψῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι,
ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν ἐπιστήμας αναδεχόμενοι.
φησὶν ἡ γραφή)·
πώποτε τῶν προφητῶν τοῦτο εἰρηκότος, οὐκ αὐτοῦ Μωυσέως οὐ τῶν πρὸ αὐτοῦ οὐ τῶν μετ’ αὐτὸν οὐ τῶν εὐαγγελιστῶν οὐ τῶν ἀποστόλων, εἰ μὴ ἄρα τὰ ἐθνόμυθα ποιήματα εἴποις τῶν περὶ Ὀρφέα D 208 τε καὶ Ἠσίοδον καὶ Ἱκέσιον καὶ Στησίχορον, παρ᾿ οἶς αἱ τῶν ἀνθρώπων γενεαὶ μετεποιήθησαν εἰς θεῶν ἐπωνυμίας καὶ τὰ ἐν
ἀνθρώποις τετελεσμένα ποιητικῶς ἐδραματουργήθη.
τὴν σοῦ, ὠ Πτολεμαῖε, ἀνατροπήν τε καὶ ἔλεγχον καὶ τῶν κατὰ σέ, ἤδη τῶν σῶν προπατόρων τὸν ἔλεγχον ἱκανῶς εἰληφότων. διὰ δὲ τῶν προειρημένων τὴν κατὰ σοῦ ἀσχύνην συστησάμενος διέξειμι τὴν τῶν ἑτέρων P 224 πλάνην, θεὸν ἐπικαλούμενος ἐπίκουρον τῆς ἡμῶν μετριότητος, ὅπως τὴν παρ᾿ ἑκάστῳ ἔθνει κακῶς ἐπινενοημένην
ὑπόθεσιν φωράσω τε καὶ θριαμβεύσω, ἐπὶ τῇ ἐπαγγελίᾳ τῆς σπουδῆς παρὰ θεοῦ αἰτούμενος τὴν χάριν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.