μώτερος αύτοῦ ὑπάρχειν Ὄμηρος ἐν τῷ τὸν Δία φροντίδα παρ᾿ αὐτῷ ποιούμενον ἀναγράφεσθαι, μεριμνῶντά τε καὶ χαλεπαίνοντα καὶ ἄüπνον παννύχως διατετελεκότα, τὸ πῶς τοῖς Ἀχαιοῖς ἐπιβουλεύσῃ, τῆς Θέτιδος αὐτὸν ἀξιωσάσης εἰς τὸ δίκην τῖσαι τοὺς τῶν Ἐλλήνων ἐξάρχους τε καὶ αὐτοὺς Ἔλληνας διὰ τὴν πρὸς τὸν Ἀχιλλέα ὕβριν.
οὐδὲν γὰρ οὑτος ὁ Πτολεμαῖος εἰς δόξαν τοῦ παρ᾿ αὐτοῦ Πατρὸς τῶν ὅλων τοῦ] καὶ Βυθοῦ καλουμένου κὐλογώτερον τῶν παρὰ Ὀμηρου εἰς τὸν Δία εἰρημένων ἐπενόησεν, ἀλλ᾿ αὐτὸν κατείληφε P 216 μᾶλλον τὸν Δία,
θέλημα ὤν, ολος νοπῦς, ὅλος φῶς, ὅλος ὁφθαλμός, ὅλος ἀκοή, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν καὶ οὐδενὸς εἴσω πάθους περιεχόμενος· θεὸς γάρ, καὶ οὐ φροντίζων καὶ άπορῶν ὡς ὁ Βυθὸς ἤτοι ὁ Ζεύς, περὶ οὑ λέγοντα Ὄμηρον Πτολεμαῖος περὶ Βυθοῦ λέγων ἐμιμήσατο.
παραθήσομαι τὰ ὺπ᾿ αὐτοῦ φύσει Πτολεμαίου Φλώρᾳ τινὶ γυναικὶ γραφέντα ἐπαγωγά τε καὶ δηλητήρια ῥήματα, ἵνα μή τις νομίσειεν ἡμᾶς ἐξ ἀκοῆς μόνον τὸν ἀπατεῶνα ἐλέγχειν, μὴ πρότερον ἐντυχόντας τῇ παρ’ αὐτοῦ πεποιημένῃ διδασκαλίᾳ· πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὸν νόμον τοῦ θεοῦ τὸν διὰ Μωυσέως βλασφημῶν οὐκ
αἰσχύνεται), ἅ καὶ ἔστι ταῦτα·
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.