Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν καὶ πολλὰ μοχ- θήσαντες ἐν τῇ ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ ὡς εἰπεῖν * καμάτου καὶ γεωργικῆς κακοπαθείας, ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ θηριομορφίας ἐλευσόμεθα,
ἐξ αὐτοῦ ὁρμωμένων καὶ ἑτέραν παρὰ τὴν ἐκείνου σπορὰν διδασκοντων.
οὐτος γὰρ κατὰ Οὐαλεντῖνον ὤν ὡς προεῖπον, ὑπὲρ δὲ Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα τετράδα δεξιὰν καὶ τετράδα ἀριστερόν, οὕτως παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος·
εἶναι ἀπὸ τῶν > μετὰ τὴν Ὀδοάδα τὴν ἄλλην κατωτέρω γενόμένων.
ἔχουσι καὶ ἀφ᾿ ἑαυτῶν τὴν ἀνατροπήν· ὅμως δ᾿ οὖν καὶ D 190 περὶ αὐτοῦ ὀλίγα λέξω, ἴνα μὴ δι᾿ ἀπορίαν παρεληλυθέναι τὰ κατ᾿ αὐτὸν δόξω.
νύμων αὐτοῦ καὶ δεξιῶν P 209 καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀρι- στερά, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένοιτο.
2 3 4 τὸ ἐξ αἰτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἕν ὄν, οὗ ἀνώτατον οὐδὲ ἴν ἐστιν οὔτε ὑποβεβηκὸς οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ᾿ αὐτοῦ ἐκτισμένα.
ἐστιν. καὶ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. εἰ δὲ εἶς θεός ἐστιν, ἐξ οὗ τὰ παντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ οὔτε ἐλάττωμα ἕτερον οὔτε τι ὑποβεβηκός, πλὴν τῶν ὑπ’ αὐτοῦ ἐκτισμένων. τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἄγιον πνεῦμα πάντα καλῶς ἐκτισμένα καὶ εἰς σύστασιν ὑπ᾿ αὐτοῦ ἀφθόνως εὖ] προεληγυθότα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.