καὶ »γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις μᾶλλον παρέχουσι«, Ö324 καθὼς 1 2 ὁ ἀπόστολός φησιν »ἤ οἰκοδομὴν θεοῦ τὴν ἐν πίστει« , καὶ διὰ τῆς πανούργως συγκεκροτημένης πιθανότητος παράγουσι τὸν νοῦν τῶν ἀπειροτέρων καὶ αἰχμαλωτίζουσιν αὐτούς, ῥᾳδιουργοῦντες τὰ λόγια τοῦ κυρίου,
ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος θεοῦ,
αὐτῶν κατασκευάςειν εἰς τὸν δημιουργόν, Με ἔν τῷ διακρίνειν δυναμένων τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς | —
ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην διελέγξαι τὴν πανούργως γενομένην · ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος Ε; δοκιμάσαι; — ἵνα οὖν μὴ Ε;
ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὐπὸ λύκων, P174 ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὕς φυλάσσειν παρήγγελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν Ε; λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ᾿ αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος
τὴν γνώμην αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ,
παραδιδασκόντων λέγω δῆ τῶν περὶ Πτολεμαῖον), ἀπάνθισμα οὖσαν τῆς Οὐαλεντίνου σχολῆς, συντόμως καὶ σαφῶς ἀπαγγελοῦμεν καὶ ἀφορμὰς <ἄλλοις> δώσομέν κατὰ τὴν ἡμετέραν μετριότητα πρὸς τὸ ἀνατρέπειν αὐτήν, ἀλλόκοτα καὶ ἀσύστατα καὶ ἀνάρμοστα τῇ ἀληθείᾳ ἐπιδεικνύντες τὰ ὑπ᾿ αὐτῶν λεγόμενα, μήτε συγγράφειν Ö326 εἰθισμένοι μήτε λόγων τεχνην ἡσκηκότες,
ἀγάπης Τε ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι 5 τὰ μέχρι με) νῦν κεκρυμμένα, ἤδη δὲ κατὰ τὴν χάριν τοῦ θεοῦ εἰς φανερὸν ἐληλυθότα διδάγματα. »οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὅ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὅ οὐ γνωσθήσεται«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.