φυλάσσει ὡς ἕvα οἰκον οἰκοῦσα καὶ ὁμοίως πιστεύει τούτοις ὡς μίαv ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα καρδίαν καὶ συμφώνως τοῦτα κηρύσσει διδάσκει καὶ παραδίδωσιν ὡς ἕν στόμα κεκτημένη.
ἤ ἄλλως παραδιδόασιν οὔτε ἐν ταῖς Ἰβηρίαις οὔτε ἐν Κελτοῖς οὔτε κατὰ τὰς ἀνατολὰς οὔτε ἐν Αἰγύπτῳ οὔτε ἐν Λιβύῃ οὔτε αἱ κατὰ μέσα τοῦ κόσμου ἱδρυμέναι·
ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,
εἴρηται προσεπεξεργάζεσθαι καὶ συνοικειοῦν τῇ τῆς πίστεως ὑποθέσει καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν ἐπὶ τῇ ἀνθρωπότητι P208 γενομένην ἐκδιηγεῖσθαι καὶ ὅτι ἐμακροθύμησεν ὁ θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ καὶ ἐπὶ τῇ παρακοῇ
καὶ τὰ μὲ οὐράνια τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς θεὸς πεποίηκεν ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὤν ἐφάνη τοῖς προφήταις ὁ θεòς οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ διδάσκειν·
πάντας ἐλεήσῃ, ἐξερευνᾶν· καὶ διὰ τί ὁ Λόγος τοῦ θεοῦ σὰρξ ἐγένετο καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾿ ἐσχάτων τῶν καιρῶν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχή, ἀπαγγέλλειν·
καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ θεός, μὴ σιωπᾶν·
ὁ ἀπόστολος »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἶ ὁδοὶ αὐτοῦ«, ἀλλὰ οὐκ ἐν τῷ ὐπὲρ τὸν κτιστὴν καὶ δημιουργὸν Μητέρα τούτου καὶ αὐτῶν Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν καὶ εἰς τοσοῦτον ἥκειν 3 4 βλασφημίας·
προέφαμεν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.