δηλητήρια ἐχούσας, ὅσαπερ ἐν ταῖς αὐτῶν διδασκαλίαις ὡς ἀπὸ χάσματος ἰδεῖν ἔνεστι, πυρβόλου ἢ ἐρπετοῦ δεινοῦ καὶ βασιλίσκου †κεκυημένας, ἐπὶ τὴν τῶν Οὐαλεντίνων αἵρεσιν διέξειμι, τὸν ἔλεγχον αὐτῶν κατὰ δύναμιν ποιούμενος, τῶν D136 δὴ καὶ Γνωστικῶν ἑαυτοῖς ἐπιθέντων ὄνομα, ὡν διαφοραὶ μέν εἰσι δέκα ἐν μαᾷ πληγῇ
ἐβλάστησαν καὶ ὥσπερ κακόρ<ρ>εκτα καὶ δυσώδη βοτανῶν καὶ χόρτος ἀκανθώδης καὶ Ö306 ὡς φωλεὸς πολλῶν σκορπίων ἐξ ἑνὸς πάντες καιροῦ τῷ βίῳ ἐβλάστησαν καί, ὡς προεῖπον, δίκην μυκήτων ἀμορφίας ὑπὸ μίαν θῆξιν πεφήνασιν, ὡς καὶ ἤδη τῷ ἁγιωτάτῳ Εἰρηναίῳ περὶ αὐτῶν προείρηται.
οὗτοι πάντες, ἕκαστος δὲ ἀπὸ τοῦ ἑτέρου τὴν κακὴν πρόφασιν ἐρανισάμενοι, ἄλλος ἀπὸ] ἄλλου ἔτι περισσότερόν <τι> βουλόμενος * χάριν ἑαυτῷ προετύπωσε διαφορὰν κακῆς ἐξευρέσεως.
Κολόρβασος, Πτολεμαῖός τε καὶ Σεκοῦνδος, Καρποκρᾶς καὶ ἄλλοι πλείους.
καὶ τὴν αὐτοῦ διδασκαλίαν, τὴν ἀπὸ τῆς μεγάλης ταύτης Γνωστικῆς ἐπαγγελίας P164 ὑπάρχουσαν, καταγνωστικῆς δὲ ληρῳδίας *, ὡς τοῖς συνετοῖς καταγινωσκομένη εὑρίσκεται καὶ καταγέλαστος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.