ὅτι πρόσφερε ὑπὲρ ἐμοῦ. γέγραπται γὰρ διὰ τῶν ἱερέων τοῦ θεοῦ δεσμεύεσθαι καὶ λύεσθαι ἐπὶ τῆς γῆς, καὶ 〈ὅτι〉 ἔσται ταῦτα λελυμένα καὶ δεδεμένα ἐν τῷ οὐρανῷ‘.
γὰρ ᾔδει ὃ ἔλεγεν.
πατριάρχην παῖδα ὄντα νηπιάζειν καὶ ἐν χειροῖν αὐτῶν ἀνατρέφεσθαι.
πολλῶν δὲ πολλὰ διανοουμένων περὶ τοῦ γαζοφυλακίου τούτου διὰ τὴν σφραγῖδα, ὁ Ἰώσηπος λεληθότως τολμήσας ἤνοιξεν καὶ ηὑρεν οὐδὲν χρημάτων πλὴν βίβλους τὰς ὑπὲρ χρήματα.
Πράξεις· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, Ἑβραϊκὸν φύσει ὄν, ἐκ τούτων ἀναγνοὺς πόλιν τὴν διάνοιαν ἐτρύχετο. ἀσχάλλων μέν πως περὶ τῆς πίστεως τοῦ Χριστοῦ· ἤδη D97 δὲ ἐκ δύο ὑποθέσεων ὑπονυττόμενος, τῆς τῶν βιβλίων ἀναγνώσεως καὶ τῆς τοῦ πατριάρχου μυσταγωγίας, ὅμως τῇ καρδίᾳ ἐσκληρύνετο, οἷα γίνεται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.