μακαρίτου Κωνσταντίνου τοῦ βασιλέως τοῦ γέροντος >, ὃς καὶ παρ’ αὐτοῦ τοῦ βασιλέως ἀξιώματος κομήτων ἔτυχε καὶ ἐξουσίαν εἴληφεν ἐν αὐτῇ τῇ Τιβεριάδι ἐκκλησίαν Χριστῷ ἱδρῦσαι καὶ ἐν Διοκαισαρείᾳ καὶ ἐν Καπερναοὺμ καὶ ἐν ταῖς ἄλλαις, ὃς καὶ πολλὰ πέπονθεν ὑπ᾿ αὐτῶν τῶν Ἰουδαίων πρὶν ἢ τῷ βασιλεῖ ἐμφανισθῆναι.
οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ᾿ αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἠν. εἰσὶ δὲ οὗτοι <οἱ> μετὰ τὸν πατριάρχην, καλούμενοι. προσεδρεύουσι δὲ τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον.
τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ᾿ ἐκεῖνο καιροῦ ἐπόσκοπον πλησιόχωρον τῆς Τιβερι〈έ〉ων ὄντα καὶ ἐκομίσατο παρ’ αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως.
ἐπίσκοπον λέγων »δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα«.
ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.