αφθεῖσα ἀνδρὰ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως λέγοιτ' ἄν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα,
ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἔρσεν. τίς ἤκουσε τοιοῦτο ἤ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τῆν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος«.
γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδμοῦ γεγένηται, καὶ τὸ τὸν δἰ αὐτὸν ἀπὸἘλισάβετ Ö 274 κατὰ ἐπαυυελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δἰ\ὠδίνων γεγέννηται;
τίς γνώσεται αὐτόν«;
ἀνδρός, ἀλλ' ἐκ πατρὸς μὲν ἀνωθεν γεννηθεὶς ἐν ἐληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν θήτρᾳ γενέσθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν; τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;« ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος.
ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ κοὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ«. ἐν τῷ γὰρ εἰπεῖν
5 »τὰ γεννώμενον« ἔδειξε μὲν τὴν σάρκα ἀπ᾿ αὐτῆς <εἶναι> καὶ τὴν ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ᾿ οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι
τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ᾿ αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα;
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.