τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν, ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ.
σεμνύνονται)
τε τὸν τοῦ Ναυῆ, ἁπλῶς διαδεξάμενον Μωυσέα, οὐδὲν δὲ ὄντα. μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν προφητῶν, ἀλλὰ καὶ ἀναθεματίζουσι καὶ χλευάζουσι Δαυίδ τε καὶ α, ὁμοίως δὲ τοὺς 1 2 περὶ Ἠσαΐαν καὶ Ἰερεμίαν, Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἠλίαν τε καὶ Ἐλισσαῖον ἀθετοῦσιν· οὐ γὰρ συντίθενται, βλασφημοῦντες τὰς αὐτῶν προφητείας, ἀλλὰ μόνον τὸ εὐαγγέλιον δέχονται.
καὶ κατὰ συνάφειαν ἀναγωγῆς τῆς ἄνωθεν πρὸς αὐτὸν γεγενημένης τοὺς δὲ προφήτας λέγουσι * συνέσεως εἶναι προφήτας καὶ οὐχ ἀληθείας.
οὔτε δὲ δέχονται τὴν πεντάτευχον Μωυσέως ὅλην, ἀλλά τινα ῥητὰ ἀποβάλλουσιν, ὅταν δὲ αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγεν Νῶε καὶ ἤκουσεν ἀπὸ θεοῦ λέγοντος, θῦσον καὶ φάγε, πῶς δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ θεῷ, ὁμοίως δὲ καὶ Μωυσῆς ἐν τῇ 3 4 ἐρήμῳ;«, ἐκείνοις μὲν ἀπιστεῖ καί φησι »τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ, P143 ἐλθόντος τοῦ εὐαγγελίου;«.
καὶ λέγει, ὅτι | Χριστός μοι ἀπεκάλυψε, καὶ βλασφημεῖ τὰ πλείω τῆς D112 νομοθεσίας καὶ τοὺς περὶ Σαμψὼν καὶ Δαυὶδ καὶ Ἠλίαν καὶ Σαμουὴλ καὶ Ἐλισσαῖον καὶ τοὺς ἄλλους.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.