τοῦ Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται καὶ σαφέστερον ἡμῖν πεπραγμάτευται.
διὸ καὶ ἐφίετο οὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἀλίων εἰσιέναι, ὡς τοῖς D83 ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος κατὰ τὸ γεγραμμένον· αὔτως γὰρ ἱστόρησαν πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης καὶ ἄλλοι.
αὐτοῖς ὑπομνηματισμοῖς ἐμαρτύρησαν.
αὐτοῦ οὐκ ἔσται τέλος. ἔδει γὰρ αὐτὸν νῦν μεταγαγεῖν τὴν τάξιν τοῦ τότε βασιλείου. καὶ γὰρ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς, ὡς ἔλεγεν ἐν τῷ εὐαγγελίῳ Ποντίῳ Πιλάτῳ ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου«.
γὰρ ἦλθεν, ἵνα προκοπὴν λάβῃ βασιλείας, ὁ βασιλεύων ἀεί· ἐχαρίσατο δὲ τοῖς ὑπ' αὐτοῦ καθισταμένοις τὸ βασίλειον, ἵνα μὴ νομισθῇ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μείζονα προκόπτειν.
δούλοις ἅμα τῇ ἀρχιερωσύνῃ, τουτέστι τοῖς ἀρχιερεῦσι τῆς καθολικῆς | ἐκκλησίας.
τούτου τοῦ Ἰεσσαὶ ἤτοι ἐκ τοῦ ὀνόματος Ἰησοῦ τοῦ κυρίου ἡμῶν ἐπεκλήθησαν Ἰεσσαῖοι διὰ τὸ ἐξ Ἰησοῦ ὁρμᾶσθαι, μαθηταὶ αὐτοῦ ὄντες, ἢ διὰ D84 τὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος τοῦ κυρίου· Ἰησοῦς γὰρ κατὰ τὴν Ἑβραικὴν διάλεκτον θεραπευτὴς καλεῖται ἤτοι ἰατρὸς καὶ σωτήρ.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.