ήρινθος ὀνόματι συνεργὸς τούτου, P116 θεῷ ἔγνωσται.
τῆς διδασκαλίας τοῦτον ἔχει τὸν χαρακτῆρα, Κηρινθιανοὶ δὲ ὁμοῦ καὶ Μηρινθιανοὶ οὑτοι καλοῦνται.
εὐχόμενοι δὲ ἵνα ἐν τοῖς ἑξῆς παρεντυχόντες, ὡς εἰς δυσθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες μὴ ἀδικηθῶμεν , ἀλλὰ σωτηρίας τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν ἡμῖν ὑφήγησιν ἀναφαίνεσθαι ἀληθείας ἐν τῷ ἡμᾶς συνιστᾶν αὐτήν τε καὶ τὴν ἐπ' αὐτῇ 1 2 κενοφωνίαν.
οὐδὲ προβάτου φύσιν ἢ δορὰν ἀλλὰ ἑρπετοῦ καὶ τὴν λύμην ἐργαζομένῃ διὰ τοῦ δήγματος τοῖς παρεντυγχάνουσιν ,
τὰς ψευδηγορίας περιφέρουσα, ἡς τήν τε σῆψιν καὶ τὸν ἰὸν καὶ τοὺς ὀδόντας τῷ ξύλῳ τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες ἐπὶ τὰς μετέπειτα ὡς προεῖπον διεξιέναι ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.