τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια.
μηδαμῶς, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθέρισε, σὺ μὴ κοίνου. καὶ ἐξαυτῆς ἰδοὺ δύο Ö220 ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν καὶ εἶπέν μοι τὸ πνεῦμα· πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος«.
αὐτὸν εἴρηται καὶ ὡς τότε ἐδίσταξεν, ἕως ὅτε ὁ κύριος ἐναργῶς ἔδειξεν αὐτῷ ἅ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν.
ἄγιος Πέτρος πᾶς πᾶς τις γνώσεται ὅτι οὐκ ἀπ' ἀνθρώπων ἡ τῶν Μνῶν σωτηρία, ἀλλ' ἐκ θεοῦ. προῦλαβεν γὰρ ὁ θεὸς δοῦναι τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος καὶ τὴν τοῦ ἀγγέλου ὀπτασίαν καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς καὶ νηστειῶν καὶ ἀγαθοποιιῶν, ἵνα ὅ ἐπιστεύθησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι,
μὴ ἀποστερήσωσιν τὸν ἐκ θεοῦ κατὰ ἀλήθειαν κεκλημένον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.