τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς D 47 ἀπεκάλυψε ταύτην τὴν αἰσχρουργίαν.
ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα δεῖξαι ὅτι »δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν«,
»ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἱμα« καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων »τίς δύναται τοῦτο άκοῦσαι;« φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἠν ὁ λόγος.
πεφυτευμένον παρὰ Ö 182 τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ« P 90 περὶ τῆς αἰσχρότητος τοῦ άνδρός, φησί, λέγει. »ἐπὶ τὴν ἔξοδον τῶν ὺδάτων« καί »ὃ τὸν καρπὸν αὐτοῦ δώσει« τὴν τῆς ὴδονῆς ἀπόρροιαν, φησί, λέγει· καί »τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσται«, ὅτι οὐχ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ
αὐτοὶ αὐτὸ ἐσθίομεν
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.