πιστοῖς ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ ἐβλάστησαν· τὸ γὰρ Μήτραν καὶ αἰσχρότητα λέγειν καὶ τὰ ἄλλα πῶς οὐχὶ καταγέλαστα φανείη πᾶσιν ἀνθρώποις, » Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις«;
καὶ ἐπανίστσθαι ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας κνισμούς τε καὶ ἐπεντριβὰς ἡμῖν ἐμποιοῦντας διὰ τῆς τοῦ] μυθοποιοῦ πλάνης.
βίβλους πλάττουσι, Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας μεταποιοῦντες τὴν παρὰ τοῖς Ἕλλησι μυθώδη ῥαψῳδίαν καὶ φαντασίαν οὕτω τὸ ψεῦδος τῇ ἀληθείᾳ παραπλέκουσι.
αὐτοὶ βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες τοῖς ἠπατημένοις παρ' αὐτῶν φαντασίαν ἐργάσωνται, ἵνα δὴ καὶ ἑρμηνείαν ποιήσωσι 1 2 τοῦ τῆς Πύρρας ὀνόματος, Νωρίαν ταύτην ὀνομάζοντες.
ἄγνοιαν καὶ ἀπειρίαν τῷ ὀνόματι τούτῳ χρήσασθαι.
βουλομένη μετὰ P 83 τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ.
τοῦ Νῶε λάρνακος κατασκευὴ διὰ τὸ πολλάκις αὐτὴν ὑπ' αὐτῆς ἐμπεπῆσθαι.
τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως, διὰ τῆς ἀπορροίας ἀρρένων τε καὶ θηλειῶν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.