Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· »ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή«;
πλάνην ἐργαζομένη καὶ κρύπτουσα τὸ ἑαυτῆς ἔργον, δι’ ἐναντίου δὲ πραγματευομένη σοφίσματος.
φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις P 76 μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ ἐργαζομένη;
συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾡ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.