τῆς ἑαυτοῦ μαγγανείας ἐπιδείκνυσθαι, παρελθὼν εἰς μέσον καὶ προσχήματι ὀνόματος Χριστοῦ, ὡς ἐλλέβορον μέλιτι παραπλέκων, δηλητήριον τοῖς ὑπ' αὐτοῦ ἀγρευθεῖσιν εἰς τὴν κακομήχανον αὐτοῦ πλάνην παρενθεὶς τῷ τοῦ ὀνόματος ἀξιώματι Χριστοῦ θάνατον ἐνεποίησεν τοῖς πεισθεῖσιν.
ἑαυτοῦ ὑποσχέσεων ὑπονυττόμενος, παραπεφθαρμένην ὑπόνοιαν τοῖς υπ αυτου απατωμένοις ο αγυρτης παρεποιησατο. γυναῖκα γαρ τινα ἑαυτῷ εὑράμενος ῥεμβάδα Ἑλένην τοὔνομα ἀπὸ τῆς Τυρίων ὁρμωμένην ἄγεται, μὴ ὑποφαίνων συνάφειαν ἔχειν πρὸς ταύτην·
κατέλθω ἐπὶ τῆν Ἔννοιαν, ἥτις ἐστῖν αὕτη ἡ καὶ Π[ρούνικος καὶ πνεῦμα ἄκτισαν καὶ τοὺς ἀνθρώπους«. εἶναι δὲ ταύτην τὴν Ἐλένην ἐκείνην τὴν πάλαι, δι’ ἥν οἱ Τρῶες καὶ Ἔλληνες εἰς μάχην ἦλθον.
μετεμόρφου, ἀλληγορικῶς δὲ οἱ ποιητὰ περὶ τούτου ἔφασαν. διὰ γὰρ τὴν ἄνωθεν δύναμιν (ἥν Προύνικόν φασιν, ἥτις παρ’ ἄλλαις αἱρέσεσι Βαρβηρὼ ἤτοι βαρβηλῶ καλεῖται), τὸ κάλλος αὐτῆς ἐμφαί8νουσαν εἰς οἶστρόν <τε> ἄξασαν αὐτοὺς καὶ διὰ τοῦτο πεμφθεῖσαν εἰς συλαγω P57 γίαν τῶν ἀρχόντων τῶν ἀρχόντων τῶν τὸν κόσμον τοῦτον κτισάντων, 3 4 [καὶ] τοὺς αὐτοὺς ἀγγέλους εἰς πόλεμον δι' αὐτὴν ἥκειν, αὐτὴν μηδὲν πεπονθέναι, ἀλληλοκτονίας δὲ αὐτοὺς εἰς ἑαυτοὺς ἐργάσασθαι παρασκευάσαι δι' ἣν ἐνέβαλεν εἰς αὐτοὺς πρὸς ἑαυτὴν ἐπιθυμίαν.
αὐτῇ, ἕκαστος ἐν ἑκάστῳ σώματι γυναικείας καὶ θηλυκῆς σχέσεως, μεταγγιζομένης αὐτῆς ἀπὸ σωμάτων θηλυκῶν εἰς σώματα διάφορα ἀνθρωπίνης φύσεώς τε καὶ κτηνῶν καὶ τῶν ἄλλων, ἴνα δι' ὡν αὐτοὶ ἐργάζονται, κτείνοντές τε καὶ κτεινόμενοι, μείωσιν ἑαυτῶν διὰ τῆς τοῦ αἵματος προχύσεως ἐργάζωνται, εἶτα ἐκείνη τὴν δύναμιν συλλεγομένη
πόλιν αὖθις εἰς οὐρανὸν ἀναβῆναι δυνηθῇ. Ö 126
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.