αὐτὸ τὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εἰς μίαν ἑνότητα εἰς μίαν τὸ σαρκικὸν ἄφθαρτον τὸ σωματικὸν πνευματικὸν τὸ παχυμερὲς λεπτομερὲς τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθοράν, μὴ καταλειφθείσης τῆς ψυχῆς ἐν Ἅιδῃ,
ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα τέλεια. ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός D336 τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου * πιστουμένας τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει.
εἶδος, ἀλλ’ ἐνανθρωπήσεως ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἐνανθρωπήσει, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα καὶ τὰ ἐκτὸς ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης ὑπάρχοντα.
τῆς ἡμετέρας P 50 τὴν ὑπόσχεσιν ἐποιεῖτο, δι᾿ ἑαυτοῦ τὰ ὅλα τελειώσας.
αἱρέσεων εἰς μίαν ἑνότητα,
ἀσφαλὴς ἡ δοξολογία· »εἰς ὄνομα υἱοῦ« οὐκ ἀποδεόντως ἡ ἐπίκλησις· »εἰς ὄνομα ἁγίου πνεύματος‘ οὐ διῃρημένος ὁ σύνδεσμος οὐδὲ ἀπηλλοτριωμένος, τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.