ποτηρίων καὶ πινακίων‘ καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας, ὡς δῆθεν ἐπὶ τὸ ἀκραιφνὲς καὶ ὅσιον διακείμενοι, πυγμῇ μὲν τὰς χεῖρας νιπτόμενοι«, D 316 πυγμῇ δὲ καὶ μολυσμούς τινας δι᾿ ὑδάτων καὶ λουτρῶν ἀποσμηχόμενοι,
»φυλακτήρια« παρ᾿ ἑαυτοῖς ἐπὶ τὰ ἱμάτια ἐπετίθεντο τουτέστι πλατέα σήματα πορφύρας.
οἱ τοιοῦτοι ἀνεβάλλοντο καὶ δαλματικὰς, εἴτ᾿ οὖν κολοβίωνας ἐκ πλατυσήμων διὰ πορφύρας ἁλουργοϋφεῖς P33 κατεσκευασμένας, τὰ δὲ σήματα τῆς πορφύρας φυλακτήρια εἴωθον οἱ ἠκριβωμένοι μετονομάζειν, τούτου ἕνεκεν φυλακτήρια αὐτὰ καὶ ὁ κύριος κατ᾿ ἐκείνους εἴρηκε.
σπεδα τῶν ἱματίων‘· τὰ γὰρ κράσπεδά <φησιν> ἵνα εἴπῃ κροσσούς, τὰ φυλακτήρια, ἴνα εἴπῃ τῆς πορφύρας τὰ σήματα. φησὶ γὰρ ὅτι »πλατύνετε τὰ φυλακτήρια καὶ τὰ κράσπεδα τῶν ἱματίων ὑμῶν μεγαλύνετε«.
ἐνεκρατεύετο ἢ παρθενίαν ἤσκει· ἐπειδὴ γὰρ ἕκαστος ταξάμενος ὥριζε καιρὸν ἁγνείας ἢ ἐγκρατείας καὶ ταῦτα αὐτῶν τὰ πρωτότυπα ἠν εἰς τὸ ἐμφαίνειν τοῖς ἀνθρώποις τὰ παρ’ αὐτῶν ἐπαγγελλόμενα, ἵνα μηδεὶς ἅψηται δῆθεν τῶν ἡγιασμένων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.