τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν ἑορτῶν τῶν προειρημένων, τὸ πρῶτον μὲν κατὰ ὀργὴν τοῦ Ἔσδρα, δεύτερον δὲ διὰ τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων.
μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ Ῥωμαίοις καλεῖται Μεσορὶ δὲ παρ᾿ Αἰγυπτίοις Γορπιαῖος δὲ παρὰ Μακεδόσι παρ᾿ Ἔλλησι δὲ Ἀπελλαῖος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.