τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι᾿ ἑαυτῶν ἐπιβαλλόμενοι οὐδ᾿ ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον , ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων
ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὠ τιμιώτατοί μου ἀδελφοὶ καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.