τοῦ ἀριθμοῦ διαίρεσιν, ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγματείας, αἱρέσεις τέσσαρες οὕτως· Διμοιρῖται, οἱ μὴ τελείαν τὴν ö16 Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες οἱ καὶ Ἀπολλιναρῖται, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες, οὕς ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ
οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἵτινες καλοῦνται Κολλυριδιανοί, Μασσαλιανοί, PX καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως καὶ ἀληθείας ἀπολογία μετ’ ἐπιτομῆς τοῦ λόγου, ἥτις ἐστὶν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
ὀγδοήκοντα πραγματείας καὶ μιᾶς τῆς ὑπὲρ ἀληθείας ἀπολογίας τῆς μόνης τουτέστι τῆς καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας, ἐν τρισὶ μὲν βιβλίοις ὑποκειμένοις συντεταγμένης, ἐν ἑπτὰ δὲ τόμοις διαιρεθείσης.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.