ὀγδόη κατὰ Φρύγας, τῶν καὶ Μοντανιστῶν καὶ Τασκοδρουγιτῶν· οὑτοι δὲ πάλιν οἱ Τασκοδρουγῖται διῃρέθησαν εἰς ἑαυτούς, εἰκοστὴ ἐνάτη Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς D269 συνάπτονται Ἀρτοτυρῖται, τριακοστὴ τριακοστὴ Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, τριακοστὴ πρώτη Ἄλογοι οἱ τὸ
εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, τριακοστὴ δευτέρα Ἀδαμιανοί , τριακοστὴ τρίτη Σαμψαῖοι οἱ καὶ Ἐλκεσαῖοι, τριακοστὴ τετάρτη Θεοδοτιανοί, τριακοστὴ πέμπτη Μελχισεδεκιανοί, τριακοστὴ ἕκτη Βαρδησιανισταί, τριακοστὴ ἑβδόμη Νοητιανοί, τριακοστὴ ὀγδόη Οὐαλήσιοι, τριακοστὴ ἐνάτη Καθαροὶ οἱ καὶ Ναυᾶτοι,
τεσσαρακοστὴ Ἀγγελικοί, τεσσαρακοστὴ πρώτη Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτικοί, τεσσαρακοστὴ δευτέρα Σαβελλιανοί, τεσσαρακοστὴ τρίτη Ὠριγένειοι οἱ καὶ αἰσχροποιοί, τεσσαρακοστὴ τετάρτη Ö12 Ὠριγένειοι οἱ καὶ τοῦ Ἀδαμαντίου·
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.