ὄνομα μὲν ἐσημάναμεν, ἀλλ’ οὐ D 309 τηλαυγῶς τὸν ὁριζόμενον ἐδείξαμεν· βασιλέα γὰρ λέγομεν καὶ Περσῶν P 27 καὶ Μήδων καὶ Ἐλαμιτῶν. ἐὰν δὲ μετὰ προσθήκης τοῦ ἄρθρου εἴπωμεν ὁ βασιλεύς, ἀναμφίβολόν ἐστι τὸ σημαινόμενον· ὁ γὰρ βασιλεὺς ὁ ζητούμενος ἢ ὁ λεγόμενος ἢ ὁ γινωσκόμενος ἢ ὁ τοῦ τινος βασιλεύων διὰ τοῦ ἄρθρου ὑποδείκνυται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.