οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν
1 ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν; ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, <πένθος μὲν> ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον,
γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.