δηλοῦται γὰρ ὅτι ἀπὸ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν
λιστῶν σημανθέν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.