ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν <τό> »ἀναστὰς θῦσον καὶ φάγε«, οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον »μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.