ἀπειλὴ ἐτύγκανε κατὰ τῆς τοῦ Ἀδὰμ παρκοῦης, ἕως ὅτε ἦλθεν ὁ ἄνωθεν ἐλθὼν καὶ ἑαυτὸν ἀπὸ τοῦ Ἀδὰμ φυράματος σῶμα ἀμφιάσας μετέβαλε τὴν κατάραν εἰς εὐλογίαν.
τοῖς ὐτ᾿ αὐτοῦ μέλουσι γίνεσθαι. P 351
δὲ ὄντος δεστότου, δυναμένου καὶ βαρύνειν καὶ ἐλαφρύνειν διὰ τῆς προαιρέσεως τῶν μὴ παραιτησαμένων καταδέξασθαι τὴν διὰ τῆς χάριτος αὐτοῦ ἐν τῇ ἐνςάρκῳ αὐτοῦ παρουςίᾳ σωτηρίαν.
τῆς ἀκολουθίας ἡ φανέρωσις τοῦ λόγου γίνεται· ἡ γὰρ ζύμη τὸ εἶδος φυράματος ἔργον καὶ ἀπὸ τοῦ ψυράματος τὸ ζυμοῦσθαι, καὶ οὐκ ἂν ἐν τοῖς πρωτοτύποις τὸ εἶδος ἠφάνιζεν ὁ συνετῶς τὴν παραβολὴν τοῦ αἰνίγματος ποιηςάμενος.
τὸν πληςίον σου ὡς σεαυτόν«.
ταῖς δύο διαθήκαις γνωρίζεται, τὸ τέλε ι ον ἐργαζομένης [τὸ] ἀγαθόν, νόμου τελείωσιν εἶπεν εἶναι τὴν ἀγάπην.
ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οῦ κληρονομήσουσιν«.
ἐγένετο ἡ σάρξ· ἔκτοτε ἔσχε τὴν ἀρχήν, φημὶ ἀπὸ τῆς πλάσεως, ἵνα ἐλεγχθῶσιν οἱ λέγοντες ἀεὶ καὶ ἐξ ἀρχῆς εἶναι τὸ κακόν. καὶ γὰρ οὔτε ἐξότε ἐπλάσθη ἡ σὰρξ ἥμαρτεν, ἵνα μὴ ὁ πλάστης αἴτιος 9 νομισθῇ ἁμαρτίας, πλάσας σάρκα ἁμαρτωλήν, οὔτε προῦτῆρχε τοῦ πλάσματος τὸ κακόν. μετὰ χρόνον P 352 δὲ ἐν παρακοῇ ὁ Ἀδὰμ γε- 10 11 12 γονώς, <ὡς> ἔχων τὸ αὐτεξούσιον προαιρέσει ἰδίᾳ ἀφ᾿ ἑαυτοῦ τὴν ἁμαρτίαν εἰς ἑαθτὸν διανοηθεὶς ἔπραξε, φημὶ δὲ τῆν ἀθέτησιν τοῦ αὐτοῦ δεστπότου διὰ τῆς παρακοῆς ποιηςάμενος. ποῦ τοίνυν ἦν τὸ 13 κακόν, πρὶν ἢ τὴν σάρκα εἶναι; πῶς δὲ εὐθὺς πλασθεῖσα οὐ τὸ κακὸν
εἰργάσατο, ἀλλὰ χρόνῳ μετέπειτα;ἄρα γοῦν ἀνῄρηται ὀ περὶ τῆς κακίας ἀρχῆς λόγος. οὐ γὰρ δύναται ἀρχαΐζεινμ, ἐπειδὴν ἐν τῇ σαρκὶ τῇ μεταγενεστέρᾳ τὸ γίνεσθαι ἔχει ἡ κακία ἢ μὴ γίνεσθαι καὶ οὔτε ἡ σὰρξ πάλιν ἀκληρονόμητός ἐστι τῶν ἐπουρανίων καὶ μή τις 14 λάβηται τοῦ ἁγίου ἀποστόλου εἰπόντος »σὰρξ καὶ αἷμα βασιλείαν
θεοῦ οὐ κληρονομήσουσιν«. οὐ γὰρ πᾶσαν σάρκα αἰτιᾶται. πῶς γὰρ αἰτιαθήσεται σὰρξ ἡ μὴ πράξασα τὰ προειρημένα; καὶ ἐξ ἑτέρων δὲ 15 ἀποδείξεων παραστήσω τὸ ζητούμενον. »τίς. γάρ φησιν, ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;« πῶς οὐ κληρονομήσει Μαρία ἡ ἁγία μετα σαρκὸς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ μὴ πορνεύσασα μὴ ἀσελγήσασα μὴ
μοιχευθεῖσα μηδέ τι τῶν ἀνηκέστων σαρκὸς ἔργων ἐργασαμένη, ἀλλὰ ἄχραντος μείνασα; οὐκ ἄρα τοίνυν περὶ σαρκὸς λέγει μηὴ κληρονομεῖν 16 βασιλείαν οὐρανῶν, ἀλλὰ περὶ σαρκικῶν ἀνθρώπων τῶν τὰ φαῦλα διὰ τῆς σαρκὸς παρτόντων, ἅτινά ἐστι πορνεία, εἰδωλολατρία καὶ τὰ τούτοις ὅμοια. καὶ ἐξ ἅπαντος ἐλήλεγκταί σου ἡ σκευωρία, ὦ 17
Μαρκίων πεπλανημένε, τῆς D 365 ἀληθείας πάντῃ προλαβούσης καὶ τὸ στερεὸν τοῦ κηρύγματος τῆς ζωῆς ἀσφαλιζομε;νης.
Μαρκίων, δῆλον οὖν ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι σὺν ταῖς ἐπιδυμίαις καὶ τοῖς παθήμασι καθαρὰν τὴν σάρκα ἀπέδειξαν καὶ ἐμιμήσαντο τὸν Χριστόν, δείξαντες αὐτὸν σ;ρκα ἐσταυρωκέναι. διὸ καὶ αὐτοὶ τὰ ἴσα τῷ δεσπότῃ αὐτῶν φρονήσαντες τὴν σάρκα ἐσταύρωσαν. καὶ εἰ τὴν 19 σάρκα Ö 644 ἐσταύρωσαν, ἀνένδεκτον τὴν σάρκα ὑπὲρ Χριστοῦ παροῦσαν
μὴ σὺν Χριστῷ βασιλεύειν, καθὼς καὶ ἐν ἄλλῳ ῥητῷ δεικνυσιν ὁ 20 21 22 ἅγιος ἀπόστολος λέγων ὅτι »καθάπερ κοινωνοί ἐστε τῶν παθημάτων τοῦ Χριστοῦ, οὕτως καὶ τῆς δόξης«.
τε πάντα τὸν νόμον φυλάξωσιν, οὐκέτι αὐτοῖς λογισθήσεται νόμου φύλαξις· ἐπεδιδὴ γὰρ ὁ νόμος ἔλεγεν περὶ Χριστοῦ ὅτι »προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν μου ὡς ἐμέ, αὐτοῦ ἀκούσετε«. αὐτῶν δὲ τοῦ Χριστοῦ μὴ ἀκουσάντων, »ἡ περιτομὴ ἀκροβυστία αὐτοῖς γίνεται« καὶ ἡ φύλαξις τοῦ νόμου οὐκέτι φύλαξις. καλὸς 25
τοίνυν ὁ νόμος καὶ καλὴ ἡ περιτομή, ἀφ᾿ οὗ καὶ ἀφ᾿ ἧς ἔγνμεν Χριστὸν καὶ τὸν ἐντελέστερον αὐτοῦ νόμον καὶ τὴν ἐντελεστέραν αὐτοῦ περιτομήν. D366
ἀγαθοῦ θεοῦ καὶ τῆς ἀγαθῆς αὐτοῦ διδασκαλίας.
ὁμοίων καὶ τῶν αὐτῶν διδασκαλιῶν ἀνιμώμενος ὡς καθαρὸν ὕδωρ ἀρδεύει ἣν πεπίστευται ἐκκλησίαν.
καταργοῦνται δὲ οἱ τοιοῦτοι, ἀναγκασθήσῃ, ὦ Μαρκίων, οὐκέτι τριῶν ἀρχῶν ζητεῖν τὰς ῥίζας, ἀλλὰ ἐρυνῆσαι αυτῷ ἄλλον μῦθον πολλῶν ἀρχῶν καὶ πολλῶν ῥιζῶν καὶ πολλῆς τραγῳδίας. καὶ ὅταν συκοφαντῶν 32 πλάσῃς (οὐ γὰρ εὕροις), συναντήσει σοι τό »καταργουμένων«· ἐκ δὲ τοῦ λόγου τοῦ λέγοντος »καταργουμένων« D367 ἀναιρεθήσεται ἡ
παρὰ σοῦ φανταζομένη ἄναρχος τῶν ἀρχῶν ῥίζα. πᾶν γὰρ τὸ λῆγον οὐ ἀίδιον ὑπάρχει, ἀλλὰ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, εἰ μή τι ἂν θέλοι 33 τὸ ὄν, αἴτιον γενόμενον τοῦ μὴ ποτὲ ὄντος, ἀρξαμένου δε τοῦ εἶναι. τὸ δὲ ὃν ἐστὶν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα· τὸ δὲ μὴ ὂν ἐστὶ
πάντα τὰ κεκτισμένα, ἀρχὴν ἐσχηκότα τοῦ εἶναι, ἐν οἷς καὶ τὸ λεγόμενον κακὸν καὶ ὂν κακόν, ἀπὸ ἀνθρώπων ἀρξάμενον τῶν γενομένων οὐ ὄντων ποτέ· ἀρχὴν δὲ τοῦ κακοῦ ἐσχηκότος, ἐξότε καὶ ὁ ἄνθρωπος ὁ οὐκ ὢν ποτε * οὐκέτι ἔσται τὸ κακόν. ἀναμφιβόλως 34 γὰρ ἀναιρεθήσεται, διὰ τὸ μὴ συνευδοκεῖν τὸν ὄντα τῷ ἀρχὴν ἐσχηκότι
κότι καὶ ἐν φαύλοις ἑαυτὸν καταστήσαντι· παυθήσεται γὰρ μετὰ τὴν ἀνάστασιν, οὐ μόνον ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ νόμου κηρύξεως καὶ πρὸ τοῦ δὲ νόμου ἀπὸ πολλῶν τῶν κατὰ τὸν φυσικὸν νόμον πεπολιτευμένων καὶ ἔτι γε περισσοτέρως ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας, τελειότατα δὲ ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐπειδή 35
»σπείρονται ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ«, μηκέτι τὸ κακὸν ἐργαζόμενοι, μηκέτι ἀποθνῄσκοντες. καὶ ὅτι δὲ παυθήσεται, μαρτυ- 36 37 38 39 ρήσει ὁ αὐτὸς λόγος τοῦ ἀποστόλου φάσκων »τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων«. καὶ ἀνῄρηται πανταχόθεν ἡ κατὰ σέ, ὦ Μαρκίων, ὑπόθεσις, φαντασιώδης τις οὖσα καὶ ψευδὴς καὶ ἄστατος καὶ ἄλογος.
ἀναλεξαμένῳ τὸ ῥητὸν τοῦ λόγου, D368 φημὴ δὲ τῷ ἀγίῳ ἀποστόλῳ, παρ᾿ ᾧ ἡ χρῆσις ἐμφέρεται. ἐξ ἧς χρήσεως ὁ χαρκτὴρ φανεῖται οὐκ ἀλλότριος τοῦ κηρύγματος τοῦ ἀποστόλου ἀπὸ τῆς παλαιᾶς διαθήκης, ὅθεν αὐτῷ ἡ μαρτυρία συνέστη.
ἠδύνατο. μὴ δυναμένου δὲ ἄνευ σαρκὸς τυθῆναι, τυθέντος δὲ ἐν ἀληθείᾳ, ὡς ὁμολογεῖται διὰ τῆς τοῦ ἀποστόλου ἀναμφιλέκτου μαρτυρίας, *. οὐκοῦν ἐκ παντὸς σαφῶς ἀποδέδεικται οὐκ ἀλλότριος ὁ 42 νόμος, τύπῳ φερόμενος χρόνῳ ἄχρι τοῦ ἐντελεστέρου καὶ ἐναργοῦς προβάτου τυθέντος ἐν ἀληθείᾳ Χριστοῦ, οὗ προῆγεν ἐν τοῖς παλαιοῖς
χρόνοις [ἄλλοις] θυόμενον τὸ πρόβατον τὸ αἰσθητόν. »ἡμῶν δὲ τὸ Πάσχα ἐτύθη Χριστός«.
λέγει »εν τῷ Μωυσέως νόμῳ«. λέγει δὲ πρὸ τούτου »ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει«.
νόμον, ἄνωθεν ὁ σύνδεσμος ἐλέγχει σου τὴν ἀφροσύνην, τό »ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει p356 · ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα«. οὐδὲν δὲ ἡμᾶς ἠδίκησας, κἄν τε προσθείης 46 τὸ ὄνομα Μωυσέως, ἀλλὰ ἡμᾶς μὲν ὠφέληας, κατὰ σαυτοῦ δὲ τὴν μαρτυρίαν ἔσφιγξας πανταχόθεν Ö650 τε ὡμολόγησας ἀγνοῶν, τοῦ θεοῦ
εἶναι τὸν Μωυσέως νόμον ἀπὸ τοῦ »ἐν τῷ νόμῳ Μωυσέως« καὶ »ὁ νόμος λέγει«. ἐπακολουθεῖ γὰρ ὁ ἀπόστολος συντιθέμνος ἐν τῷ 47 μετέπειτα εἰρηκέναι »μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως δι᾿ ἡμᾶς εἴρηκεν«. εἰ δὲ διὰ τοὺς ἀποστόλους εἴρηκεν ὁ νόμος, καὶ ὁ ἐν τῷ νόμῳ θεὸς λαλήσας ἐπιμελεῖται ἄρα τῶν ἀποστόλων τοῦ Χριστοῦ
ἐν τῷ μὴ φιμοῦν αὐτοὺς παρακελεύεσθαι, ἤτοι τοῦ λαλεῖν τὴν τοῦ Χριστοῦ αὐτοῦ διδασκαλίαν ἤτοι τὴν ἐφήμερον τροφὴν παρὰ τῶν λαῶν ἀνενδεῶς αὐτοὺς ἔχειν. οὐκ ἄρα ἀλλοτρίους τοὺς ἀποστόλους ἑαυτοῦ τῆς θεότητος οἶδεν οὐδὲ οἱ ἁπόστολοι ἀλλότριον αὐτὸν θεὸν ἡγοῦνται. εἰ ἧσπερ ὑπὲρ πάντων μαρτυρίαν ὁ ἅγιος ἀπόστολος 48
ἀποστόλους φήσας »μὴ περὶ τῶν βοῶν μέλει τῷ θεῷ; ἀλλὰ διὰ τοὺς εἴρηκεν«. καὶ εἰ διὰ τοὺς ἀποστόλους εἴρηκε, κτιστὴς δέ ἐστιν ἀνθρώπων καὶ κτηνῶν, ἐξ ὧν βόες τε καὶ στρουθοί, ἑρπετά τε καὶ κνώδαλα, ἐνάλιά τε καὶ τὰ ἄλλα, ἄρα μέλει αὐτῷ περὶ πάν- 49 50 51 των κατὰ τὴν ἑκάστου ἀναλογίαν. καὶ μέλει μὲν αὐτῷ περὶ πάντων 52 ἐν τῷ λέγειν »ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε« καὶ ἐν τῷ εἰρηκέναι »τίς δέδωκε κόρακι βοράν;« καὶ »νεοσσοὶ κοράκων πρὸς κύριον κεκράγασι τὰ σῖτα ζητοῦντες« καί »δώσεις τὴν τροφὴν εὔκαιρον τοῖς
πᾶσιν«. ἀλλὰ οὐκ ἐν τῷ ἀλοᾶν τοὺς βοῦς παρεκελεύετο μὴ φιμοῦν βοῦν ἀλοῶντα, ἐπεὶ ἐδείκνυεν D370 ἂν μὴ δύνασθαι τὸν θεὸν τρέφειν αὐτοῦ τὴν κτίσιν ἄλλως εἰ [καὶ] μὴ διὰ τῆς <ὑπὸ> τῶν ἀνθρώπων τοῖς κτήνεσιν ἐπικουρουμένης τροφῆς. ἔδειξε δὲ ὁ ἅγιος ἀπόστολος 53 οὐ δι᾿ ἀπροίαν τροφῆς τὸν θεὸν διὰ τοῦ ἀλοητοῦ ἐπιμέλεσθαι βοῶν
ἐν τῷ παρακελύεσθαι μὴ φιμοῦν τοὺς τοιούτους, ἀλλὰ διὰ τοῦ αἰνίγματος περὶ τῶν ἀποστόλων σημαίνεσθαι τὴν σχέσιν. † τῶν γὰρ 54 κατὰ τὸ αἰσθητὸν πάντων ποιεῖται τὴν πρόνοιαν καὶ ὁμοίως μέλει αὐτῷ περὶ πάντων. οὐ γὰρ ἀντιθέτως ὁ ἀπόστολος πρὸς τὸν σωτῆρα ἔγραφεν, ἵνα οὕτως προφασίσωνται οἱ πολλοί. μικρότερα γὰρ 55
τῶν βοῶν τὰ στρουθία, περὶ ὧν ὁ σωτὴρ ἔλεγεν ὅτι »πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο« καὶ πάλιν »οὐχὶ δύο P357 στρουθία πωλεῖται ἀσσαρίου ἑνός;«. εἰ οὖν δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνὸς καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὁμοῦ μὲν πάντων προνοεῖ, τῶν δὲ μειζόνων ἐπιμελεῖται
κατὰ τὸ μεῖζον εἶδος τῆς πνευματικῆς ἀκολουθίας. ὥστ᾿ οὖν ἐκ 56 παντὸς ὁμολογεῖται τὸν αὐτὸν ποιητὴν καὶ δημιουργὸν καὶ νομοθέτην παλαιᾶς καὶ καινῆς διαθήκης ὄντα, θεὸν ἀγαθόν τε καὶ δίκαιον καὶ τῶν πάντων κύριον. Ö652
τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς καὶ ἐκῖνοι ἐπεθύμησαν. μηδὲ δἰδωλολάτραι γίνεσθε, καθὼς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν« ἕως ὅπου λέγει »ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκεῖνοις, ἐγράφη δὲ ἡμῖν« καὶ τὰ ἑξῆς.
πέτρας, Χριστὸν δὲ εἶναι τὴν πέτραν φάσκει, τίς πεισθήσεται Μαρκίωνος 61 τῇ ἀνοίᾳ, τοῦ σκοτίζοντος ἑαυτοῦ τὸν ροῦν καὶ τῶν ἀκουόντων αὐτοῦ, ἀλλότριον φάσκειν τὸν Χρστὸν τῶν ἐν νόμῳ γενομένων, ὁμολογουμένων δὲ παρὰ τοῦ ἀπστόλου ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει; φάσκει δὲ ὁ ἀπόστολος μὴ ἐν τοῖς πλείστοις τὸν c P 358 Χριστὸν
ηὐδοκηκέναι, πάντως διὰ παράνομον πρᾶξιν τῶν αὐτῶν. εἰ δὲ οὐκ ηὐδόκησεν ἐν τοῖς κατὰ τὸν νόμον παράνομα ἐργασαμένοις, ἄρα ἀγανακτεῖ πρὸς τοὺς τοιούτους, ὡς αὐτοῦ δεδωκότος τὸν νόμον, καὶ δικάσκει ἑαυτοῦ τὸν νόμον ὑπάρχειν, καιρῷ δοθέντα καὶ δικαίως ἐξυπηρετηθέντα ἄχρι τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. πρέπον γάρ ἐστιν
οἰκοδεστότῃ καθ᾿ ἕκαστον καιρὸν ἁρμοδίως ἐπιτάσσειν τοῖς ἑαυτοῦ οἰκέταις τὰ πρέποντα. εὐθὲς δὲ ἐπιφέρει λέγων »ταῦτα δὲ τύποι 62 ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γένεσθε, καθώς τινες αὐτῶν«· οὐχὶ κατὰ πάντων τὴν ψῆφον διεξιών. καὶ πόθεν οἶδας 63
ταῦτα, ὦ ἀπόστολε; ἐπιφέρει »ὡς γέγραπται« φήσας »ἐκάθσεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν D372 παίζειν«. ἅρα γοῦν ἀληθὴς ἠ γραφή, ἐξ ἧς καὶ τὸν ἔλεγχον κατὰ τῶν ἀνόμων ὁ ἀπόστολος λαμβάνει. εἶτα πάλιν f Ö654 »μηδὲ πειράζωμεν τὸν κύριον«. ὁ δὲ Μαρκίων ἐντὶ τοῦ 64 65 »κύριον« Χριστὸν ἐποίησε. κύριος δὲ καὶ Χριστὸς ταὐτὸν ὑπάρχει, κἄν μὴ δοκοίη τῷ Μαρκίωνι, προϋποτεταγμένης τῆς τοῦ Χριστοῦ ἐπωνυμίας ἐν τῷ εἰπεῖν »ἡ πέτρα ἦν ὁ Χριστός· καὶ οὐκ ἐν τοπις πλείοσιν αὐτῶν ηὐδόκησε«. διεξιὼν δὲ πάλιν ὁ ἅγιος ἀπόστολος πᾶσαν τὴν 66
τοῦ κεφαλαίου ὑπόθεσίν φησιν »ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν«. εἰ τοίνυν τὰ τυπικῶς ἐκείνοις συμβεβηκότα ἐγράφη ἡμῖν εἰς νουθεσίαν, ὁ γράψας τὰ γεγονότα τότε εἰς νουθεσάν ἡμῶν ἐπεμελεῖτο ὧν καὶ τὴν νουθεσίαν ἐποιεῖτο, τὸ μὴ γίνεσθαι ἠμᾶς ἐπιθυμηὰς κακῶν. ὁ δὲ μὴ θέλων κακῶν ἐπιθυ- 67
μητὰς ἡμᾶς εἶναι ἄρα ἀγαθὸς ὑπάρχει καὶ οὐ κακός. ἐν οἷς γὰρ ὑπάρχει, ἐν τούτοις προτρέπεται ἡμᾶς εἶναι, ὁ αὐτὸς ἀγαθὸς θεὸς ὤν καὶ δίκαιος, ὁ τῶν προγραφέντων θεὸς καὶ τῶν μετέπειτα νουθετουμένων, κταιστὴς ὤν τῶν πάωτων καὶ κημιουργὰς καὶ νομοθέτης καὶ δωρητικὸς τῶν εὐαγγελίων καὶ καθοδηγὸς τῶν ἐποστόλων.
παλαιὸν τῶν πατέρων χρόνον ὁ ἀπόστολος ἕως αὐτοῦ καὶ ἕως ἐνέστηκεν Ἱερουσαλὴμ ἀπὸ τοῦ εἰπεῖν τοὺς εἰς τὰ εἔδωλα θύοντας δαιμονίοις θύειν καὶ οὐ θεῷ. οὐκ ἔρα κατέρινε τῶν θεῷ θυσάντων, 68 ὅτε χρεία θυσιῶν ἦν. κατακρίνει δὲ τοὺς θύνοτας εἰδώλοις, οὐ διὰ τὸ θύειν ἀλλὰ διὰ τὸ ἀντὶ D373 θεοῦ εἰδώλοις θύειν. οὔτε γὰρ θύουσιν,
ἵνα τροφὴν ἑαυτοῖς ἐκ θεοῦ κεχαρισμένην εἰς μετάληψιν ἐργάσωνται, ἀλλὰ δαίμοσι θύοντες καὶ ματαιοφροσύνῃ *. σὺ δέ, ὦ Μαρκίων, 69 προσέθκας τὸ ἱερόθυτον, νομέας ἀπὸ τοῦ μεμίχθαι τὰ δύο ὀνόματα, ἱεροῦ τε καὶ εἰδώλου, συνάπτεσθαι τῶν δύο τρόπων τὴν σχέσιν. καὶ οὐκ ἔστιν τοῦτο. εἰ μὲν γὰρ μετὰ τὸ ἐλθεῖν τὴν καινὴν διαθήκην 70
ἐθύετο τῷ Χριστῷ κατ᾿ ἰδίαν καὶ εἰς ὄνομα αλὐτοῦ ζῷα ἀνφέρετο, πιθανὸν ἄν σοι ηὑρίσκετο τὸ τῆς συκοφαντίας ψεῦδος, ὡς τῶν νῦν 71 72 73 θεῷ θυόντων Χριστῷ θυόντων, τῶν δὲ τότε θυσάντων ἐν τῷ ἱερῷ Ἱεροσολύμων καὶ τῶν τοῖς εἰδώλοις θυόντων ὁμοῦ συναπτομένων καὶ δαίμοσι θυόντων καὶ οὐχὶ θεῷ. μηδενὸς δὲ θύσαντος ζῷα Χριστῷ ἀπὸ τῆς Χριστοῦ ἀνδημίας καὶ καινῆς διαθήκης, φανερὰ ἡ παρὰ σοὶ
προσθήκη. e Ö656 εἰ δὲ καὶ φύσει ἔκειτο ἡ λέξις ἐν τῷ ἀποστόλῳ περὶ ἰεροθύτου καὶ εἰδωλοθύτον, ὅμως ἕν καὶ τὸ αὐτὸ ἐκρίνετο παρὰ τοῖς τὸν εὔλογον λουγισμὸν κεκτημένοις, καταχρηστικῶς λεγμένης τῆς λέξεως ὑπὸ τοῦ ἀποστόλου διὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἀεὶ τὸ εἴδωλον ἱερὸν καλούτων.
καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ Ἰερεμίου τοῦ προφήτου ἔλεγεν »ἴνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; ἵνα τί πάλιν »αἱ θυσίαι σου οὐχ ἥδυνάν μοι« P360 καὶ ἄλλοτε »ἆρόν σου τὰς θυσίας, Ἰσραήλ, καὶ φάγετε ρέα. οὐ γὰρ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς D374 χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐ-
τοὺς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν, ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς, ἕκαστον ποιεῖν δικαιοσύνην πρὸς τὸν πλησίον«· αὐτοῦ δὲ λέγοντος 76 ὅτι οὐκ ἐνετειλάμην καὶ αὐτοῦ ἐν τῷ νόμῳ λέγοντος τῷ Μωυσῇ ὅτι »ἕκαστος τῶν υἱῶν Ἰσραὴλ ἐὰν προσενέγκῃ θυσίαν ἐκ βοῶν ἢ προβάτων, ἄρσεν ἄμωμον προσφερέτω« καὶ πάλιν »ἐάν τις ἀμάρτῃ καὶ
γένηται ἔν τινι πλημμελείᾳ, προσαγάγῃ πρόβατον« καὶ πάλιν »ἐὰν ἁμάρτῃ ὁ λαός, προσενέγκῃ μόσχον«, ἔδειξε μὲν εὐπροσδέκτως αὐτὸν κομίζεσθαι τὰς ὑπὲρ σωτηρίας τοῦ λαοῦ ποτε τελεσθείσας θυσίας, 77 78 79 οὐκ αὐτοῦ ἐπιδεομένου τούτων οὐδὲ θέλοντος ταῦτα, ἀλλὰ συγκαταβαίνοντος αὐτῶν τῇ ἀσθενείᾳ καὶ τῇ τῆς ἀνθρωρωπότητος προλήψει, ἵνα ἀπὸ τῆς πολυθείας εἰς τὴν περὶ τοῦ ἑνὸς θεοῦ γνῦσιν μετενέγκῃ τὴν τῶν ἀνθρώπων διάνοιαν. ἐπειδὴ γὰρ ἐσχυρῶς ἐτεθμελίωτο 80
ἡ διάνοια αὐτῶν ἐν τῇ θυσίᾳ ὡς ἐν εὐσεβείᾳ, τῇ ὑπὲρ ἱλασμῶν ἑαυτῶν καὶ σωτηρίας εἰδώλοις προσφερομένῃ, εἰς δὲ τὸ μὴ ἅπαξ χαλεπῶς φέρειν διὰ τὴν συνήθειαν, τοῦ ἀποστρέψαι * τοῦτο ποιεῖν ἕως καιροῦ εἰς αὐτοῦ ὄνομα ἀπὸ τῆς πολυθέου φαντασίας, ἠθέλησε τὰ κατ᾿ ἔθος αὐτοῖς γινόμενα εἰς αὐτὸν μεταλλάξαι, ἵνα λοιπον γνόντες
τὸν ἕνα καὶ πιστεύσαντες ἀσφαλῶς τῷ ἑνὶ παρ᾿ αυτοῦ ἀκούσωσιν »μὴ φάγομαι κρέα ταύρων ἤ αἷμα τράγων πίομαι;« καὶ »μὴ τεσσαράκοντα ἔτη θυσίαν προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;«. καίτοι γε πολλῶν θυσιῶν τότε προσενεχθεισῶν, k Ö658 ἵνα δείξῃ ὅτι οὐκ αὐτῷ προσέφερον, καίτοι γε αὐτοῦ δεχομένου καὶ εἰς ὄνομα αὐτοῦ
αὐτῶν προσφερόντων, ἀλλὰ διὰ τὴν αὐτῶν ἐν τοῖς τοιούτοις ἀναχθεῖσαν συνήθειαν, ἕως μεταλλεύσῃ καθελακύσας ἀπὸ συνηθείας πολλῶν εἰς τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνὸς λοιπὸν μέθωσιν ὅτι οὔτε ἔχρῃζεν οὔτε χρᾑζει καὶ λοιὸν ἀποκόψῃ διὰ τῆς ἐνσάρκου παρουσίας τῆς l D375 τοῦ Χριστοῦ αὐτοῦ τὸ πᾶν τῆς ὑποθέσεως τῶν θυσιῶν, τῆς μιᾶς
θυσίας τελειωσάσης τὰς προϋπαρξάσας πάσας, ἥτις ἐστὶ θυσία Χριστοῦ, ὅτι »τὸ Πάσχα ἡμῶν ἐτύθη χριστός« κατὰ τὸ γεγραμμένον· ἧς θυσίας καὶ Πάσχα καὶ διδασκαλίας παιδαγωγὸς ἐγένετο ὁ νόμος, P361 ὁδηγῶν διὰ τὸν τύπον καὶ ἀποκαθιστῶν εἰς τῆν ἐντελεστέαν διδασκαλίαν.
ἄρα θεοῦ τὸ ποίημα ὀμίζεται τοῦ ἀγαθοῦ διὰ τοῦ ὁμολογεῖν αὐτὸν τὰ ἀπὸ παλαιᾶς ἐν καινῇ πληρούμενα διαθήκῃ.
κημιουργόν, αὐτὸν ἀγαθὸν καὶ κτιστὴν καὶ δίκαιον, πάωτων ποιητήν, ἐξ ὧν πάντων ἔν ἔργον ὐπάρχει ὀ ἄνθρωπος, ὁ τοῖς μέλεσιν ὑπ᾿ αὐτοῦ καλῶς κεκερασμένος.
»διὰ τὸν νόμον«.
γλῆσσαν τῶν Ἑλλήνων αὐχοῦντες, τὸ ἀττικίζειν καὶ αἰολίζειν καὶ Δωρικῶς φθέγγεσθαι, * τινὲς τῶν παρὰ τοῖς D376 Κορινθίοις τὰς πτύρ- σεις καὶ στάσεις b Ö660 ἐργασαμένων, οἷς ἡ ἐπιστολὴ ἐπεστέλλετο. καὶ ὡμο- λόγησε μὲν χάρισμα εἶναι πνευματικὸν τὸ ταῖς Ἑβραϊκαῖς λέξεσι κεχρῆσθαί τε καὶ τὸν νόμον διδάσκειν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἄλλα κομπώδη
καθελὼν τὴς τῶν Ἑλλήνων γλώσσης ἔφησεν μᾶλλον γλώσσαις αὐτὸν αὐτῶν λαλοῦντα διὰ τὸ εἶναι αὐτὸν Ἑβραῖον ἐξ Ἑβραίων, παρὰ τοῦς πόδας Γαμαλιὴλ ἀνατεθραμμένον, ὧν Ἑβραίων τὰ γράμματα ἐν ἐπαίνοις τίθησι καὶ τῆς τοῦ πνεύματος δωρεᾶς ὄντα χαρίσματα *· P 362 διὸ καὶ περὶ τῶν αὐτῶν [καὶ] Τιμοθέῳ γράφων ἔλεγεν
»ὅτι ἀπὸ νεότητος ἱερὰ γράμματα ἔμαθες«. ἐτι δὲ προστιθὶς <πρὸς> 85 86 87 88 τοὺς ἀπὸ Ἑλλήνων ποιητῶν καὶ ῥητόρων ὁρμωμένους τὰ ἴσα φάσκων ὁμοίως ἔφη »πάντων πλέον ὑμῶν λαλῶ γλώσσαις«, ἵνα δείξῃ καὶ τῆς Ἐλληνικῆς παιδείας αὐτον ἐν πείρᾳ «περβαλλόντως γεγενῆσθα. καὶ γὰρ καὶ ὁ χαρακτὴρ αὐτοῦ σημαίνει αὐτὸν ὑπάρχειν ἐν προπαιδεῖᾳ, 89
οὗ * οὐκ ἠδυνήθησαν Ἐπικούρειοι καὶ Στωἱκοὶ ἀντιστῆναι, ἀνατρεπόμενοι διὰ τῆς λογίως παρ᾿ αὐτοῦ ἀναγνωσθείσης τοῦ βωμοῦ ἐπιγραφῆς τῆς ἐπγεγραμμένς »τῷ θεῷ ἀγνώστῳ«, ῥητῶς ἀναγνωσθείσης παρ᾿ αὐτοῦ καὶ εὐθὺς μεταφραστικῶς ῥηθείσης »ὅν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν«, καὶ πάλιν φήσαντος »εἶπέν 90
τις ἴδιος αὐτῶν προφήτης·
φέρων εἰς φῶς διὰ τῆς προφητείας ὠφελεῖ τοὺς ἀκούοντας, οὕτως κἀγὼ <θέλω>, φηςί, λαλῆσαι εἰς ἀκοὴν τῆς ἐκκληςίας καὶ οἰκοσομὴν καὶ μὴ διὰ τοῦ κόμπου Ἑλληνίδος τε καὶ Ἑβραΐδος ἑαυτὸν οἰκοδομεῖν τὸν εἰδότα καὶ οὐχὶ τὴν ἐκκληςίαν δι᾿ ἦς ἐπίσταται γλώσσης. σὺ 92 δὲ προςέθηκας, ὦ Μαρκίων, τό »διὰ τὸν νόμον«, ὡς τοῦ ἀποστόλου
λέγοντος »θέλω πέντε λόγους ἐν ἐκκληςίᾳ <λαλῆσαι> διὰ τὸν νόμον«. αἰδέσθητι, Ö662 Βαβυλὼν δευτέρα καὶ καινὴ Σοδόμων πολυμιξία. ἕως πότε συγχεῖς τὰ γλώσσας; ἕως πότε τολμᾷς κατὰ τῶν ὑπὸ σοῦ 93 94 95 μηδὲν ἀδικουμένων; ζητεῖς γὰρ βιάσασθαι ἀγγελικὰς δυνάμεις, ἐκβαλλὶων τοὺς λόγους τῆς ἀληθείας ἀπὸ τῆς ἐκκλησίας P 363 φάσκων τῷ Λὼτ τῷ ἁγίῳ »ἐξάγαγε τοὺτ ἄνδρας«. καὶ ὃ ἐπιχειρεῖς κατὰ σεαυτοῦ ἐπιχει 96
τάσσεις ἐν ἀορααίᾳ καὶ ἐν νυκτὶ ἑζοφωμένῃ διάγεις, ψηλαφῶν τὴν θύραν καὶ μὴ εύρίσκων ἕως ἀνατείλῃ ὁ ἥλιος καὶ ἴδῃς τὴν ἡμέραν τῆς κρίσεως· ἐν ᾗ καὶ τὸ πῦρ ἀπαντήσεται τῇ σῇ ψευδηγορίᾳ. τοῦτο γάρ σε ἐκδέχεται, ὡς ὁρᾷς. οὕτε γὰρ κεῖται παρὰ τῷ ἀποστόλῳ <τό> 97 »διὰ τὸν νόμον« καὶ παρὰ σοῦ τοῦτο πεποιήτευται. εἰ δὲ καὶ ἔλεγεν
ὁ ἀπόστολος »διὰ τὸν νόμον«, συνᾳδόντως ἔλεγεν τῷ ἑαυτοῦ κυρίῳ, οὐχ ἵνα καταλύσῃ τὸν νόμον, ἀλλ᾿ ἵνα πληρώσῃ.
προειρημένα, τίς ἦν χρεία τὸν ἀπόστολον ὑπομνῆσαι τὰ ἀπὸ νόμου ἐν καινῇ διαθήκῃ πληρούμενα; ὡς καὶ ὁ σωτὴρ ἔδειξεν ὅτι αὐτὸς ἦν ὁ καὶ τότε D 378 ἐν νόμῳ λαλήσας καὶ κατὰ ἀπειλὴν ὁρίσας αὐτοῖς λέγων »διὸ προςώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾶ, καὶ ὤμοσα εἰ εἰδελεύσονται εἰς τὴν κατάπαυςίν μου«· διὸ καὶ ἐν ἑτερογλώσσοις
ἐπηγγείλατο λαλῆσαι αὐτοῖς, ὡς καὶ ἐλάλησε, καὶ οὐκ εἰσῆλθον. τοῦτο γὰρ εὑρίσκεται λέγων τοῖς αὐτοῦ μαθηταῖς »ὑμῖν δέδοται 99 τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι« καὶ τὰ ἐξῆς. πανταχοῦ τοίνυν ἐν τῇ καινῇ τὰ ἀπὸ παλαιᾶς πληρούμενα παντί τῳ σαφές ἐστιν ὅτι οὐχ ἑτέρου θεοῦ καὶ
ἑτέρου θεοῦ, ἀλλὰ τοῦ αὐτοῦ αἱ δύο διαθήκαι συνίστανται.
θεοῦ ἀπόστολος τὴν εὐταξίαν τῇ ἁγίᾳ τοῦ θεοπῦ ἐκκληςίᾳ, οὐκ ἄτακτος ὁ νόμος, ἀφ᾿ οὗπερ τὴν εὐταξίαν μετακομίζεται οὐδὲ ἀλλοτρίου θεοῦ 101 102 103 ὑπάρχει ὁ νόμος, τὴν γυναῖκα καθυποτάξας τῷ ἀνδρί. συναρέσκει γὰρ κὰι τῷ ἀποστόλῳ τοῦτο ἐν τῇ τῆς ἐκκληςίας νομοθεςίᾳ, ὥς φησι· b P 364 »καθὼς κὰι ὁ νόμος λέγει«. ποῦ δὲ εἶπεν ὁ νόμος ἀλλὰ ἐν τῷ εἰπεῖν τὸν θεὸν πρὸς τὴν Εὔαν εὐθύς »πρὸς τὸν ἄνδρα σου ἡ
ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει«; εἰ γὰρ καὶ ἐν ἄλλοις τόποις, ἀλλὰ ἐν c Ö 664 τεῦθεν ἠ ἀρχή. εἰ τοίνυν ἀπὸ τότε ἡ γυνὴ ὐπετάγη ἐκ προστάγματος θεοῦ τῷ ἀνδρὶ καὶ ἀκολούθως ὁ ἀπόστολος καθυποτάσσει ταυτην, οὐκ ἀντιθέτως τῷ ποιήσαντι τὸν ἄνθρωπον κὰι τὴν γυναῖκα θεῷ καὶ αὐτὸς κελεύων δείκνυσιν ἐξ ἅπαντος ὅτι τοῦ αὐτοῦ
[θεοῦ] ὑπάρχει ὁ ἀπόστολος νομοθέτης θεοῦ, οὗκαὶ ὁ νόμος ἦν καὶ ἡ πᾶσα παλαιὰ διαθήιη, καὶ τοῦ αὐτοῦ ἡ καινὴ διαθήκη, τουτέστιν αἱ δύο διαθῆκαι, αἱ D379 τὴν γυναῖκα τότε καὶ νῦν καθυποτάξασαι τῷ ἀνδρὶ δι᾿ εὐσεβῆ καὶ ἀντίρροπον εὐταξίαν.
ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελιςάμην ὑμῖν«. καὶ ὅτι »εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον«καὶ τὰ ἑξῆς. »οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε«, »ὅτι χριστὸς ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ«. »ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθαναςίαν, τότε γενήσεται ὁ λόγος ὁ λεγραμμέος· κατεπόθη ὁ θάνατος
εἰς νῖκος«.
ἵνα ἐλέγξῃ τὸν μαρκίωνα τὸν μετὰ τοσαῦτα ἔτη ἥκοντα, μετὰ χρόνους τοῦ καλουμένου Ὑγίνου, τοῦ Ῥωμαίων ἐπισκόπου τοῦ κατὰ διαδρρὴν ἐνάτου γενομένου ἀπὸ τῆς τῶν ἀποστόλων Πέτρου καὶ 105 106 107 Παύλου τελειώσεως. διὸ ἐπασφαλιζόμενος ὁ αὐτὸς ἀπόστολος ἔλεγεν 108 »κᾶν τε ἠμεῖς ἢ ἄγελος εὐαγγελίσηται ὑμῖν παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω«, γινώσκων πνεύματι ἁγίῳ ὅτι μέλλει Μαρκίων καὶ οἱ κατ᾿ αὐτὸν διαστρέφειν τὴν ὁδὸν τὴν καλῶς ἡδραιωμένην . ὅθεν 109
οὐκέτι εἶπεν »εὐαγγελίζομαι ὑμῖν«, ἀλλὰ »γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον«, οὐκ ἄλλο ὄν, ἀλλὰ »ὃ ἤδη εὐηγγελιςάμην ὑμῖν«, οὗ τὴν ὑπόμνησιν ὑμῖν ποιοῦμαι. »γνωρίζω ὑμῖν τίνι λὸγῳ εὐηγγελιςάμην ὑμῖν, P365 εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε«. εἰ μὴ γὰρ κατέχετε, ὡς ἐκήρυξα ὑμῖν, χωρὶς αὐτοῦ εἰκῆ ἐπιστεύσατε. »εὐηγγελιςάμην γὰρ ὑμῖν ὅτι Χριστος 110
ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι τῇ τρίτῆ ἡμέρᾳ ἐγήγερται, κατὰ τὰς γραφὰς« καὶ οὐ κατὰ μῦθον καὶ οὐδὲ κατὰ τὴν διδασκαλίαν τῶν μελλόντων D 380 ἀφ᾿ ἑαυτῶν λαλεῖν ἃ μὴ γέγραπται· οἱ μὲν γὰρ Ἰουδαῖοι ἀφ᾿ ἑαυτῶν λέγουσι μὴ ἐγηγέρθαι, Μαρκίων δὲ καὶ οἱ ἄλλοι λέγουσιν ἀφ᾿ ἑαυτῶν δοκήσει πεπονθέναι καὶ
τετάφθαι, ἐγὼ δὲ κατὰ τὰς γραφὰς ἀσφαλίζομαι ὑμᾶς. εὐθὺς γὰρ 111 ἐπιφέρει λέγων »οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε, ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ« καὶ εὐθύς »εἰ νεκροὶ Ö666 οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται καὶ εἰ Χριστὸς οὐκ ἐγήγερται, μήταιον τὸ κήρυγμα ἡμῶν«. καὶ μετὰ ταῦτ πάντα 112
»δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθαναςίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν«. καὶ οὐκ εἶπεν τὸ θνητὸν τοῦτο χωρῆσαι τὴν ἀθαναςίαν ἢ τὸ φθαρτὸν τοῦτο χωρῆσαι τὴν ἀφθαρςίαν, ἀλλὰ τὸ θνητὸν καὶ φθαρτὸν ἐνδύσασθαι ἀθαναςίαν καὶ ἀφθαρςίαν. ποῖον δέ ἐστι θνητὸν ἀλλὰ τὸ σῶμα τὸ οὐ χωρῆσαν ἐν αὐτῷ μόνον 113
ἀθαναςίαν, ἀλλὰ καὶ οἰκειῶσαν καὶ μέλλον ἐνδύσασθαι τὴν ἀθανασίαν, οὐ τοῦ σώματος ἀποβαλλομένου καὶ τῆς ψυχῆς τῆς μὴ ἀποθηῃσκούσης ἐνδυομένης ἀθαναςίαν, ἀλλὰ τοῦ θνητοῦ ἐνδυομένου ἀθαναςίαν καὶ τοῦ φθαρτοῦ ἀφθαρςίαν τουτέστιν τοῦ σώματος; αὐτοῦ γἂρ καὶ θάνατός ἐστι καὶ φθορὰ πρόσκαιρος, διὰ τὴν λύσιν τὴν ἐπενεχθεῖσαν
αὐτῷ διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς. ὅτι δὲ περὶ τῶν μελλουςῶν φησιν 114 ἐν αὐτῷ τελειοῦσθαι εὐεργεσιῶν, διὰ τῆς ὐποσχέσεως τὸ πληροῦσθαι 115 116 117 μέ<λλον> σημαίνει λέγων»τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖος«, ἵνα σημάνῃ τὴν τότε μέλλουσαν ἔσεσθαι νεκρῶν ἀνάστασιν· ἐπειδὴ κατεπόθη ὁ θάνατος ἀπὸ μέρους ἐν τῇ τοῦ Χριστοῦ ἀναστάσει καὶ τῶν σὺν αὐτῷ ἀναστάντων (»ἀνέστη
γὰρ πολλὰ σώματα τῶν ἁγίων, ὥς φησι τὸ εὐαγγέλιον, καὶ συνειςῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν«), τότε δὲ εἰς νῖκος καταπίνεται, ὅτε ἀπὸ πάντων καθολικῶς ἀφαντοῦται. p 366 D381
Γαλάτας.
ἀπατηθέντες ἀνοιξάτωσαν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ φυγέτωσαν ἀπὸ σοῦ ὡς ἀπὸ ἑρπετοπῦ δεινοῦ καὶ λυμαινομένου τοὺς ἐγγίζοντας. εἰ γάρ »ὅσαι ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί«, ἐπαγγελίας δὲ θεοῦ 119 οἶδεν ὁ ἀπόστολος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν, ἄρα γε ἐν Χριστῷ τὸ ναὶ τῶν ἐπαγγελιῶν τοῦ πληρώματος ἐβεβαιοῦτο. οὐκ 120
ἀλλότριος οὖν ὁ Χριστὸς τοῦ παλαιοῦ νόμου καὶ τῶν προφητῶν, οὐδὲ τοῦ θεοῦ τοῦ λαλήσαντος ἐν τῷ νόμῳ καὶ ἐν Χριστῷ τὰς αὐτοῦ ἐπαγγελίας πεπλη Ö668 ρωκότος. ἀλλ᾿ οὐδὲ ἀντίθετος ὁ Χριστὸς τῷ θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας. διὰ γὰρ τὸ ἐν αὐτῷ τὰς ἐπαγγελθείσας 121 ὑποσχέσεις ναὶ γίνεσθαι, διὰ τοῦτο, φησί, καὶ δι᾿ αὐτοῦ τὸ
ἀμὴν τῷ θεῷ· θεοῦ μὲν πατρὸς ἐπαγγειλαμένου, Χριστοῦ δὲ [τοῦ] καὶ βεβαιοῦντος καὶ † κυρίου τὸ ἀμὴν περιποιουμένου δι᾿ αὐτοῦ ἐν τοῖς δι᾿ αὐτοῦ τῇ ἐπαγγελίᾳ βεβαιωθεῖσιν καὶ ἐπεγνωκόσιν τὸν πατέρα αὐτοῦ ἐν νόμῳ λελασηκότα καὶ ἐν εὐαγγελίῳ τοῖς πεπιστευκόσι 122 123 124 δεδωρημένον τὰ σωτήρια, τοῖς λέγουσιν δι’ αὐτοῦ λέγοντος Χριστοῦ, »ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο ἡ εὐδοκία ἐνώπιόν σου«.
ἐκ σκότους φῶν λάμψει«. D 382
πάντων τῶν ἀποστόλων, οὐκ αὐτοὺς κηρύσσον ἀλλὰ b P 367 Χριστὸν Ἰησοῦν κύριον. διὸ καὶ ὄνομα τῆς ἐκκλησίας οἱ πάντες ἕν ἐπέθεντο, οὐχ ἑαυτῶν ἀλλὰ τοῦ κυρίου αὐτῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ Ἀντιοχείας ἀρξαμένων Χριστιανῶν καλεῖσθαι· ὅπερ ἐστὶν ἡ μόνη καθολικὴ ἐκκλησία, οὐκ ἄλλο τι ἔχουσα <ὄνομα> ἀλλὰ Χριστοῦ, Χριστιανῶν οὖσα
ἐκκληία, οὐ Χριστῶν ἀλλὰ Χριστιανῶν, τοῦ μὲν ἑνὸς ὑπάρχοντος, τῶν δὲ ἀπὸ τοῦ ἑνὸς Χριστιανῶν καλουμένων. μετὰ ταύτην δὲ καὶ 126 τοὺς αὐτῆς κήρυκας πᾶσαι *, οὐκέτι τοῦ αὐτοῦ χαρακτῆρος * φαινόμεναι διὰ τῶν ἐπιθέτων ὀνομάτων Μανιχαίων καὶ Σιμωνιανῶν καὶ Οὐαλεντίνων καὶ Ἐβιωναίων· ὧν εἷς καὶ σύ, Μαρκίων, ὑπάρχεις, καὶ
σοὺ τὸ ὄνομα ἐπικέκληνται οἱ ὐπὸ σοῦ ἠπατημένοι, ὡς σεαυτὸν κηρύξαντος καὶ οὐχὶ Χριστὸν. εἶτά φησιν »ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ 127 σκότους φῶς λάμψει«. ὁ θεὸς δὲ ποῖος ἀλλ’ ὁ εἷε ὁ ἐν τῷ προφήτῃ δείξας ἐκ σκότους φῶς, τουτέστιν ἀπὸ τῆς τῶν ἀυθρώπων ἀπιστίας καὶ ἀγνωσίας φῶς καὶ γνῶσιν ἐν Χριστῷ λάμψαν ἐν ταῖς καρδίαις
ἡμῶν τῶν ποτε ἐθνῶν εἰδωλολατρούντων, νῦν δὲ θεὸν <ἐπεγνωκότων> τὸν τότε ἐν τῷ προφήτῃ προεπαγγειλάμενον τὸ φῶς ἑαυτοῦ ἐν τῷ κόσμῳ λάμψαι, ὡς· οὐκ ἀλλοτρίου ὄντος παλαιᾶς καὶ καινῆς διαθήκης· ὡς ἡμῖν ἔθος γέγονε Ö 670 πείθειν σε, ὦ Μαρκίων, ἀφ’ ὧν ἔχεις γεγραμμέωνν λειψάνων τοῦ εὐαγγελίου, καὶ μὴ ὑπὸ σοῦ ἀπατᾶσθαι.
κἄν τε γὰρ ἐκκόψῃς τό »κατὰ τὸ γεγραμμενον«, φαίνεται ἡ τῆς προγεγραμμένης λέξεως ἀκολουθία. ἀπὸ τοῦ γάρ »ἐπίστευσα, διὸ 132 καὶ ἐλάλησα« εὐδὺς τὰ ἴσα ἐπενέγκας ὁ ἀπόστολος ἔφη »ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν«. παντὶ δέ τῳ σαφές ἐστι τοῦτο, ὅτι ἐν τῷ ἑκατοστῷ πεντεκαιδεκάτῳ 133
ψαλμῷ ἐν τῷ τὴν ἐπιγραφὴν Ἀλληλουία ἔχοντι, τῆς δὲ τοῦ Δαυὶδ βίβλου ὄντι καὶ ὑπ’ αὐτοῦ προπεφητευμένῳ, ὁ λόγος τοῦ »ἐπίστευσα« ἐστὶ γεγραμμένος. ὅθεν καὶ ὁ ἀπόστολος ἔλαβε τὸ ῥρητὸν καὶ ὁμοίως 134 ἔφη τό P 368 »διὸ καὶ ἡμεῖς πιστεύομεν καὶ λαλοῦμεν« εἷς ὤν τοῦ ἀριθμοῦ τῶν ἀποστόλων· ὅθεν οὐ λέγει »διὸ καὶ ἐπίστευσα καὶ ἐλάλησα«, ἀλλά
»ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν«, ἵνα ἑαυτὸν μετὰ τῶν ἄλλων ἀποστόλων συνάψῃ, καί φησιν »ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα«, ἵνα 135 δείξῃ τὸ ἐν τῷ Δαυὶδ λαλῆσαν πνεῦμα τὸ αὐτὸ ὄν πνεῦμα καὶ ἐν τοῖς ἀποστόλοις ἀφ’ οὗπερ τότε ἐκεῖνος προφητεύων ἐπίστευεν, ἐν ᾧ πνεύματι καὶ αὐτοὶ ὄντες πιστεύουσι καὶ λαλοῦσι. πολλὴ δὲ 136
ἀδικία καὶ πλεονεξία ὡς εἰπεῖν * διανοημάτων. τοῦ γὰρ ἀποστόλου ἕν καὶ τὸ αὐτὸ πνεῦμα φάσκοντος, πῶς ἡ τοῦ Μαρκίωνος ἄνοια, ὁμολογοῦσα τοῦτον τὸν λόγον τὸν ἅγιον ἀπόστολον εἰρηκέναι, τολμᾷ λέγειν ἄλλο εἶναι τότε τὸ πνεῦμα καὶ ἄλλο τὸ ἐν τοῖς ἀποστόλοις;
κειμένη, ἵνα μηδὲν ὀρθὸν παρ’ αὐτῷ εἴη.
ποιηταὶ νόμου δικαιωθήσονται«. εἰ δὲ ποιούμενος ὁ νόμος δικαιοῖ τὸν ποιήσαντα, οὐκ ἄδικος ὁ νόμος οὔτε φαῦλος, δι’ ὅν οἱ τελοῦντες τὸν νόμον δι;καιοι καθίστανται. ἐκ δὲ τοῦ νόμου ἐστὶ καὶ ἡ εἰς 142 Χριστὸν προφητευομένη πίστις, χωρὶς οὗ οὐ δικαιωθήσεται οὐδεὶς καὶ ἐν ᾧ πιστεύσας παρὰ τὴν <ὑπὸ> τοῦ νόμου προφτευομένην
μαρτυρίαν οὐ δύναται πάλιν δικαιοῦσθαι οὐδείς, ὡς παληρώματος ὄντος τοῦ Χριστοῦ τοῦ νόμου κατὰ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι »πλήρωνμα νόμου Χριστὸς P 369 εἰς δικαιοσύνμν«, δεικνύντι ὅτι ἄνευ νόμου καὶ Χριστοῦ οὐκ ἔνι δικαιοσύνη. οὐτε γὰρ Ἰουδαῖοι ἄνευ Χριστοῦ 143 δικαιωθήσονται μὴ λαβόντες Χριστὸν οὔτε σύ, Μαρκίων, δικαιωθήσῃ
ἀπαρνούμενος τὸν νόμον.
περιτομὴν ὠφελήσειν, τίς ἐν τοῖς ὠφελοῦσι μῶμον θήσειεν, ἀλλὰ εἰ ἄρα ὅμοιος τῷ ὄφει γενήσεται; ἔοικας γὰρ τούτῳ, ὦ Μαρκίων· κἀκεῖνος γὰρ ἀντιστρέφων τὰ παρὰ θεοῦ εἰρημένα παρέπειθε τὴν Εὔαν λέγων »οὐ θανάτῳ ἀποθανεῖσθε«. νόμον γὰρ τῇ περιτομῇ συνέδησε 145 καὶ τὴν περιτομὴν τῷ νόμῳ συμπρέπουσαν D 385 ἀπέδειξε καὶ τοῦ αὐτοῦ
θεοῦ τὸ πρόσταγμα ὑπάρχειν ὑπέφηνεν τοῦ τὴν περιτομήν ποιτε δεδωκότος καὶ νόμον εἰς βοήθειαν δεδωκότος, ἀφ’ οὗπερ Χριστὸς πιστευόμενος τὰ τέλεια τοῖς πιστεύουσι λαλεῖν τε καὶ ποιεῖν παρέχεται.
δοκήσει φαίνεσθαι καὶ μὴ λέγεσθαι »ἔτι ὄντων ἡμῶν ἀσθενῶν«; ἀπὸ τοῦ γὰρ »ἔτι« τὸ τότε θανεῖν * ἀπέδωκε καὶ ἐδικαίωσε τῷ θανάτῳ, 151 ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθανὼν καὶ δι’ ἑνυτὸν μηκέτι ἀποθηῄσκων. |
ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. διὸ ἀγαθοῦ b D 386 οὖσα ἐντολή ἀγαθὴ καλεῖται καὶ ἁγίου οὖσα ἁγία ἐστὶν καὶ δικαίου ὑπάρχουσα δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν * , τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ. διὸ καὶ ἡ αὐτοῦ ἐντολή ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν καινῇ διαθήκῃ ἁγία ὑπάρχει καὶ διακία
καὶ ἀγαθή.
τοῦ νόμου πληροῦται, πῶς σύ, ὧ Μαρκίων, τολμᾷς λέγειν ἀποστόλων τοῦ θεοῦ;
τῇ ἑαυτοὺ παρουσίᾳ, οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. ἀλλὰ οὐδὲ σύ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τὴν ἀρχὴν τοῦ 156 κηρύγματος καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ’ οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμενον
ὡς ἀλλοτριον Χριστοῦ ὑπάρχοντα.
Ἰησοῦ Χριστοῦ καὶ θεοῦ ὁ νόμος. ὁ κελεύων ἀγαπᾶν τὸν πλησίον· διότι ὁ Ö 676 θεὸς ἀγάπη ἐστὶν καὶ πάντα τὰ ὑπ’ αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε καὶ νῦν, καὶ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. P 371 D 387
ἐν τῷ Μαρκίωνι), ὀγδόης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, τὰ πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ’ αὐτῆς ἔχοντος οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα.
ὑπ’ αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα.
αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕα« καὶ τὰ ἑξῆς.
ἀπεκδεχόμενον τὸν τοῦ πνεύμτος καιρόν, ἱνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. χωρὶς γὰρ Χριστοῦ τῆς πολιτείας τοῦ Ἱσραὴλ ἡ 161 ἀκροβυστία ἀπηλλοτρίωτο, ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης, καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ’ ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ ἀποστόλου
ῥημάτων. ἀλλὰ σύ, Μαρκίων, οὔτε ὁρᾷς οὔτε ἀκούεις, ἐπεὶ ἂν ἐνόεις 162 πόσων ἀγαθ[ν παραίτιον τὸν νόμον D 388 φάσκει ὁ ἄγιος ἀπόστολος τοῖς ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένοις· »ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν <ἐγενήθητε> ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.«
εἰ δὲ τὰ ἀμφότερα ἐποίησεν ἓν καὶ οὐ τὰ μὲν ἀνεῖλεν τὸ δὲ ἕτερον 163 συνεστήσατο, ἄρα γε ο'δὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ P 372 οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ ρώτου, ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνήὡς γαγεν οὐχ ἁπλῶς οὐδὲ δοκήσει, ἀλλὰ ἐναργῶν ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ ἀποστόλου ὑποδείκνυσι διδασκαλία. Ö 678
τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«, ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωντο, περὶ οὗ οἱ αὐτοὶ ἀμφέβαλλον, Μάρθα καὶ Μαρία λέγουσαι »ἤδη ὄζει, τεταρταῖός ἐστι« καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων »μηκέτι σκύλλετε τὸν διδάσκλον« καὶ αὐτοῦ λέγοντος »μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ
καθεύδει·. σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ 169 Χριστοῦ ἔσεσθαι καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι ὡς τῷ ἀνθρώπῳ εὐχερὲς οὐ τὸν ἀποθανόντα ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· »Λάζαρε, δεῦρο ἔξω« καὶ
τό »κουμὶ κουμὶ ταλιθά« τουτέστιν ἀνάστηθι ἡ παῖς. δι’ ὧν * καὶ 170 ἐναργῶν D 389 ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων καὶ ὕπνου βαρέος ἡμῶν τῶν ποτε καθευδόντων, ἀνεγείροντά <τε> τὸν Χριστὸν καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. τὸ δὲ τέλειον καὶ καθαολικὸν προσδοκώμενον, 171
ὅταν ὁ αὐτὸς ὁ λέγων »ἐγώ εἰμι ἡ ἀνάστασις«, πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ.
ὦ Μαρκίων, παρακόψῃς τό »<τῇ> γυναικί«. ἀπὸ τοῦ γάρ »ἔσονται εἰς σάρκα μίαν« δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία.
πόσει Ö 680 ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων ὃ ἐστιν σκιὰ τῶν μελλόντων«.
τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων γραφῶν λειψάνων, ὅτι μελλόντων ἀγθῶν ἀποκαλύπτεσθαι οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα, προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πάσεως καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ σαββάτων· ὧν ἀγαθῶν 177 σκιαὶ ἦσαν D390 τὰ προειρημένα, δι᾿ ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν
τῶν ἐνεστώτων ἀγαθῶν, ἐν νόμῳ μὲν σκιαγραφηθέντων ἐν Χριστῷ δὲ τελειωθέντων.
Ἑβραίους τεσσαρεσκαιδεκάτης τέτακται, ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἑβραίους δεκάτην πρὸς τῶν δύο πρὸς Τιμόθεον καὶ Τίτον καὶ Φιλήμονα. πάντα δὲ τὰ ἀντίγραφα τὰ σῷα καὶ ἀληθῆ τὴν πρὸς 179 Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σύ, Μαρκίων, τὴν πρὸς Γαλάτας 180 181 182 ἔταξας πρώτην. ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρεθέμεθα. θέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν ἐνδιαστρόφως παρ᾿ αὐτῷ κεῖσθαι.
δὲ τῷ ἀποστόλῳ ἕκτη. ὡσαύτως οὐδὲ ἀπ᾿ αὐτῆς, διὰ τὸ διαστρόφως παρ᾿ αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα.
τῶν παρ᾿ αὐτοῦ σῳζομένων τοὺς ἐλέγχους παρεθέμεθα.
πᾶσιν ἀποστόλοις καὶ ἐν τοῖς καθεξῆς.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.