Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ <τῶν> τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼτ τὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ᾿ ἕνα λέγω,
ἰδίαν ἐνεπνεύσθη γλῶσσαν. καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῶ κόσμω πεπλάτυνται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.